호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
διὰ τούτους πατέρες ἔνδοξοι, μητέρες περίβλε<π>τοι τοῖς πολίταις γεγόνασι, ἀδελφαὶ γάμων τῶν προσηκόντων ἐννόμως τετυχήκασι καὶ τεύξονται, παῖδες ἐφόδιον εἰς τὴν πρὸς τὸν δῆμον ε[ὔνοι]αν τὴν τῶν οὐκ ἀπολωλότων ἀρετήν, οὐ γὰρ θεμιτὸν τούτου τοῦ ὀνόματος τυχεῖν τοὺς οὕτως ὑπὲρ καλῶν τὸ<ν> βίον ἐκλιπόντας, ἀλλὰ τῶν τὸ ζῆν <ε>ἰς αἰώνιον τάξιν μετηλλα[χό]των ἕξουσιν.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기