호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἀλλὰ μὴν τήν γε π[ερὶ Π]ύλας καὶ Λαμίαν μάχην γεν[ομέν]ην οὐχ ἧττον αὐτοῖς ἔνδο[ξον γεν]έσθαι συμβέβηκεν ἧς [ἐν Βοιω]τοῖς ἠγωνίσαντο, οὐ μόνον [τῷ μαχο]μένους νικᾶν Ἀντίπατρον [καὶ τοὺς ς]υμμάχους, ἀλλὰ καὶ τῷ τόπῳ [τῷ ἐ]νταυθοῖ γεγενῆσθαι τὴν μ[άχην. ] ἀφικνούμενοι γὰρ οἱ Ἕλλη[νες ἅπα]ντες δὶς τοῦ ἐνιαυτοῦ εἰς [τὴν Πυλ]αίαν, θεωροὶ γενήσοντ[αι] τῶν ἔργων τῶν π[επρα]γμένων αὐτοῖς: ἅμα γὰρ εἰς τὸ[ν τό]πον ἁθροισθήσονται καὶ τῆ[ς το]ύτων ἀρετῆς μνησθήσοντ[αι.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기