호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τὸ δ ἀ[ποφῆναι τοὺς ε]ἰληφότας [ἀπέδωκεν τ]ῇ βουλῇ [τῇ ἐξ Ἀρείου] πάγου, ἣ [τούτους εἰς τ]ὸν δῆ[μον ἀπέδει]ξεν: τὸ [δὲ κολάσαι τ]οὺς [ἀδικοῦντας ὑμῖν] [ἐξ Ἀρείου] πάγου. ἐὰν δὲ ἡ ψῆφος μὴ ἀκόλουθος γένηται τοῖς νόμοις καὶ τοῖς δικαίοις, τοῦτο δή, ὦ ἄνδρες δικασταί, παρ ὑμῖν ἔσται καταλελειμμένον. διόπερ δεῖ πάντας ὑμᾶς [τὴ]ν σωτη[ρίαν τῆς π]όλεως καὶ τὴν ἄλ[λη]ν τὴν εὐδαιμονίαν τὴν ὑπάρχουσαν ὑμῖν ἐν τῇ χώρᾳ καὶ κοινῇ πᾶσι καὶ ἰδίᾳ ἑνὶ ἑκάστῳ, καὶ εἰς τοὺς τάφους τοὺς τῶν προγόνων, τιμωρήσασθαι τοὺς ἀδικοῦντας ὑπὲρ ἁπάσης τῆς πόλεως, καὶ μήτε λόγου παράκλησιν [τοὺς εἰληφό]τας δῶ[ρα κατὰ τῆς] πατρίδος καὶ τ[ῶν] νόμων: μηδ[ὲ τοῖς] δακρύοις τοῖς Ἁγ[νω]νίδου προσέχετε [τὸν] νοῦν, ἐκεῖνο λο[γιζό]μενοι, ὅτι ἀτυχ[ήσαν]τι μὲν οὗτος δ ἂν [κλαίων] οὐ δίκαια ποιής[ειεν], ὥσπερ καὶ οἱ λ[ῃσταὶ] οἱ ἐπὶ τοῦ τροχ[οῦ κλαί]οντες, ἐξὸν αὐ[τοῖς] μὴ ἐμβαίνε[ιν εἰς] τὸ πλοῖον.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기