호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οἱ δ [ἀντὶ] τοῦ ἀποδόντες ἃ ἔλαβον ἀπηλλάχθαι τιμωρίας καθ αὑτῶν καὶ ζητήσεις ἔγραφον. τοὺς δὴ τὸ μὲν ἐξ ἀρχῆς ἀδικήσαντας καὶ δωροδοκήσαντας, ἀδείας δ αὐτοῖς δοθείσης μὴ ἀποδόντας τὸ χρυσίον τί χρὴ ποιεῖν· ἐᾶν ἀτιμωρήτους· ἀλλ αἰσχρόν, ὦ ἄνδρες δικαστ[αί, ἰ]δίων ἕνεκα ἐγκ[λη]μάτων πόλεως σωτηρίαν κιν[δυ]νεύειν: οὐ γὰρ ἔ[στι]ν ὑμᾶς τούτων [ἀπ]οψηφίσασθαι, μὴ [ἐθέλοντας] ἀναδέξα[σθαι καὶ τὰ ἀδική]μα[τα] μ[ὴ τοίνυν, ὦ ἄνδρες] δικας[ταί, προτιμᾶτε] τὴν τούτω[ν πλεο]νεξίαν τ[ῆς ὑμετέ]ρας αὐτῶν [σωτηρί]ας: μηδὲ λη[μμάτων] αἰσχρῶν ἕν[εκα τὸν] πόλεμον, ἀλ[λὰ πρα]γμάτων ἀξιω[τέρων καὶ] μεταλ[λ]α[γῆς ἀμείνονος] ποιή[σησθε] εσαλε[ὑ]πὲρ αὐτῶν εοις τὴν εἰρή[νην ἐπ]οιησάμεθαβουλευωων χρηεν χε αὐτῷ παρ ἑκάστου ἡμῶν γίγνεσθαι, καὶ τὸ μὲν κατηγορεῖν ἐν τῷ δικαστηρίῳ καὶ ἐξελέγχειν τοὺς εἰληφότας τὰ χρήματα καὶ δεδωροδοκηκότας κατὰ τῆς πατρίδος ἡ[μῖν] προς[έτ]αξεν [τοῖς ᾑρημένοις] κατη[γόροις]:
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기