호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καὶ γρά]ψαι, ὦ [Δημόσθενες] [ὑ]πὸ το[ῦ ψη]φίσματος [ἡλωκέ]ναι σε αὐτόμ[ατον, οὐ]κ ἐποίησανγενομεν [ὁ δῆ]μος ἐποίησεν, ὥστ αὐτὸς ὑπὸ τῆς τύχης ἀφαιρεθεὶς τὸν στέφανον, ἡμῶν ὃν ἔδωκεν οὐκ ἀφείλετο. οὕτως οὖν ἡμῖν τοῦ δήμου προσενηνεγμένου, οὐ πάντα <τὰ> δί[κα]ι ἂν αὐτῷ ἡμεῖς [ὑπη]ρετοῖμεν καὶ εἰ δ[έοι ἀ]ποθνῄσκοιμεν [ὑπὲρ] αὐτοῦ· ἐγὼ [μὲν οἶμαι: ἀλλὰ ς]ὺ κατὰ [τοῦ δήμου] [ς]θαι εὐεργετήματα: οὐ γὰρ τὴν ἑτέρων πατρίδα εὖ ποιεῖν [αὐ]τοὺς ἀλλὰ τὴν ἑαυ[τῶν, ο]ὐδὲ αν καὶ λόγου δύναμιν ἀποδεικνύμενος διατετέλεκας: καὶ ὅτε μὲν ἡγοῦ τὴν βουλὴν ἀποφανεῖν τοὺς ἔχοντας τὸ χρυσίον, πολεμικὸς ὢν καὶ ταράττων τὴν πόλιν, ἵνα τὴν ζήτησιν ἐκκρούοις: ἐπειδὴ δὲ ἀναβάλοιτο τὸ ἀποφῆναι ἡ βουλή, οὔπω φάσκουσα εὑρηκέναι, τότ ἐν τῷ δήμῳ συγχωρῶν Ἀλεξάνδρῳ καὶ τοῦ Διὸς καὶ τοῦ Ποσειδῶνος εἶ[ναι εἰ βούλ]οιτο, [κα]ὶ ἀφι[κομένου] οστουσἐβούλετ[ο] στῆσαι εἰκό[να Ἀλεξάν]δρου βασιλ[έως τοῦ ἀνι]κήτου θε[οῦ]και[ἀγ]γελίαν[Ὀλυμ]πίας. ἀπήγ[γειλε τῷ δή]μῳ [τῶν ἐγ]κλημάτων, καὶ κήρυγμα περὶ [τού]των ἐποιήσατο:
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기