- 텍스트

Hyperides, Speeches, Κατὰ Δημοσθένους ὑπὲρ τῶν Ἁρπαλείων? 6:

(히페레이데스, Speeches, Κατὰ Δημοσθένους ὑπὲρ τῶν Ἁρπαλείων 6:)

ὅτι τοῖς [μὲν] ἰδιώταις Ἅρπα[λος ἔ]δωκεν φυλάτ[τειν τ]ὸ χρυσίον, οἱ δὲ [στρατη]γοὶ καὶ οἱ ῥήτο[ρες πρ]άξεων ἕνεκα [εἰλή]φασιν. οἱ δὲ νό[μοι τ]οῖς μὲν ἀδικοῦ[σιν ἁπλ]ᾶ, τοῖς δὲ δω[ροδοκοῦσι]ν δεκαπλᾶ [τὰ ὀφλ]ήματα προστάτ[τουσιν] ἀποδιδόναι: [ὥσπερ οὖ]ν τὸ τίμη[μα τιμῆ]σαι ἔστιν ἐκ [τῶν νό]μων τούτοισς, οὕτω καὶαι παρ ὑμῶνσι κατ αὐτῶναι. ὅπερ γὰρ [καὶ ἐν τ]ῷ δήμῳ εἶ[πον, π]ολλὰ ὑμεῖς, ὦ [ἄνδρ]ες δικασταί, δί[δοτε ἑ]κόντες τοῖς στρατηγοῖς καὶ τοῖς ῥήτορσιν ὠφελεῖσθαι, οὐ τῶν νόμων αὐτοῖς δεδωκότων τοῦτο ποιεῖν, ἀλλὰ τῆς ὑμετέρας πραότητος καὶ φιλανθρωπίας: ἓν μόνον παραφυλάττοντες, ὅπως δι ὑμᾶς καὶ μὴ καθ ὑμῶν ἔσται τὸ λαμβανόμενον. καὶ Δημοσθένη καὶ Δημάδην ἀπ αὐτῶν τῶν ἐν τῇ πόλει ψηφισμάτων καὶ προξενιῶν οἶμαι πλείω ἢ ἑξήκοντα τάλαντα ἑκάτερον εἰληφέναι, ἔξω τῶν βασιλικῶν καὶ τῶν παρ Ἀλεξάνδρον. οἷς δὲ μήτε ταῦτα ἱκανά ἐστιν μήτ ἐκεῖνα, ἀλλ ἤδη ἐπ αὐτῷ τῷ σώματι τῆς πόλεως δῶρα εἰλήφασι, πῶς οὐκ ἄξιον τούτους κολ[άζ]ειν ἐστίν· ἀλλὰ τῶν μὲν ἰδιωτῶν ὑμῶν ἐάν τις ἀρχήν τιν[α ἄρχων] δι ἄγνοιαν ἢ [δι ἀπει]ρίαν ἁμάρτῃ τ[ι, οὗτος] ὑπὸ τούτων κ[αταρρη]τορευθεὶς ἐν τῷ [δικα]στηρίῳ ἢ ἀπο[θανεῖ]ται ἢ ἐκ τῆς πατ[ρίδος] ἐκπεσεῖται: αὐτ[οὶ δὲ] τηλικαῦτα ἀδικ[ήσαν]τες τὴν πόλιν οὐδεμιᾶς τιμωρία[ς τεύ]ξονται· καὶ Κόν[ων] μὲν ὁ Παιανιεύς, [ὅτι] ὑπὲρ τοῦ ὑοῦ ἔλαβ[εν] τὸ θεωρικὸν ἀπ[οδη]μοῦντος, πέντ[ε δρα]χμῶν ἕνεκεν [ἱκε]τεύων ὑμᾶς τάλαντον ὦφλεν ἐν τῷ δικαστηρίῳ, τούτων κατηγορούντων: καὶ Ἀριστόμαχος ἐπιστάτης γενόμενος τῆς Ἀκαδημείας, ὅτι σκαφεῖον ἐκ τῆς παλαίστρας μετενεγκὼν εἰς τὸν κῆπον τὸν αὑτοῦ πλησίον ὄντα ἐχρῆτο καὶ ἐφη [οὐ μέντοι] ἡμᾶς ὁ δῆμ[ος ἐν τῷ] μετὰ ταῦτα χρ[όνῳ] οὐκ εἰά προς[ιέναι] αὑτῷ οὐδὲ δια[λέγε]σθαι, ἀλλὰ καὶ συ[μβούλοις ἐχ]ρῆτο καὶ ς[υνηγόροις] [ τοῦ δ]ὲ ἐπιόν[τος][ἐ]πὶ τὴν δι[οίκησιν τῶ]ν αὑτοῦ ἅπασαν [ταμ]ίαν ἐχειροτόνης[εν, ὑπ]ολαμβάνων χάριν αὐτῷ παρ ἡμῶν ὀφείλεσθαι, ὅπερ δίκαιον ἦν. καὶ πρὸς τούτοις ἀγώνων ἡμῖν ὕστερον πολλῶν γεγενημένων [ἐξ ἐ]κείνων τῶν [πραγ]μάτων [καὶ αὐτοῦ τοῦ π]ολέμου, οὐδε[πώποτε ἡ]μ[ῶ]ν οὗτοι [κατε]ψηφίσαντο, ἀλλ ἐκ πάντων ἔσωσαν, [ὅπερ μ]έγιστον καὶ [ἀξιοπι]στότατον τῆς [τοῦ δήμ]ου [εὐ]νοίας [σημεῖον.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION