호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
[ὑπὸ Δη]μοσθένο[υς ἀπο]σταλείς, παρὰ [δ Ὀλυμ]πιάδι Καλλίας ὁ [Χαλ]κιδεύς, ὁ Ταυροσθένους ἀδελφός: τούτους γὰρ ἔγραψε Δημοσθένης Ἀθηναίους εἶναι καὶ χρῆται τούτοις πάντων μάλιστα. καὶ οὐδὲν θαυμαστόν: οὐδέποτε γὰρ οἶμαι ἐπὶ τῶν αὐτῶν μένων εἰκότως φί[λους] τοὺς ἀπ Εὐρίπου κέκτηται. εἶτα σὺ περὶ [φιλ]ίας πρὸς ἐμὲ τολ[μήσεις αὐτίκα μά]λα [λέγειν] [ταύτην τὴν φιλίαν διέ]λυσας αὐ[τό]ς, ὅ[τε χρ]υσίον κατὰ τῆς [πατρ]ίδος ἔλαβες καὶ [μετ]εβάλο[υ]. καὶ κατα[γέλα]στον μὲν σαυ[τὸν] ἐποίησας, κατῄ[σχυν]ας δὲ τοὺς ἐκ τῶν [ἔμπρ]οσθεν χρόνων [τῶν α]ὐτῶν τί σοι προ[ελομέ]νους: καὶ ἐξὸν [ἡμῖν] λαμπροτάτοις [εἶναι] παρὰ τῷ δήμῳ [καὶ τὸ]ν ὑπόλοιπον [βίον ὑ]πὸ δόξης χρη[στῆς πα]ραπεμφθῆ[ναι, ἅπα]ντα ταῦτα ἀνέτρ[εψας, κα]ὶ οὐκ αἰσχύνει νυνὶ τηλικοῦτ[ος] ὢν ὑπὸ μειρακίων κρινόμενος περὶ δωροδοκίας. καίτοι ἔδει τοὐναντίον ὑφ ὑμῶν παιδεύεσθαι τοὺς νεωτέρους τῶν ῥητόρων, καὶ [εἴ] τι προπετέστερον ἔπραττον ἐπιτιμᾶσθαι καὶ κολάζεσθαι. νῦν δὲ τοὐναντίον οἱ νέοι τοὺς ὑπὲρ ἑξήκοντα ἔτη σωφρονίζουσιν. διόπερ, ὦ ἄνδρες δ[ικα]σταί, δικαίως ἂν ὀργίζοι[σθ]ε Δημοσθένει, εἰ καὶ δόξης ἱκανῆς [καὶ] πλούτου πολλοῦ δ[ι ὑ]μᾶς μετεσχηκὼς μηδ ἐπὶ γήρως [ὀ]δῷ κήδεται τῆς πατρίδος. ἀλλ ὑμεῖς μὲν ᾐσχύνεσθε ἐπὶησυ τοὺς περιεστηκότας [τῶ]ν Ἑλλήνων, ὅτε [τινῶ]ν κατεχειρο[τον]εῖτε, εἰ τοιούτο[υς καὶ] δημαγωγοὺς κα[ὶ στρ]ατηγοὺς καὶ φύλα[κα]ς τῶν πραγμ[άτων] οὐ γάρ ἐστιν ὁμοίως [δεινό]ν, εἴ τις ἔλα[βεν], ἀλλ εἰ ὅθεν μὴ [δεῖ, ο]ὐδέ γ ὁμοίως [ἀδι]κοῦσιν οἱ ἰδιῶται [οἱ λαβ]όντες τὸ χρυσίον [καὶ] οἱ ῥήτορες καὶ οἱ [στρατ]ηγοί. διὰ τί·
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기