- 텍스트

Hyperides, Speeches, Κατὰ Δημοσθένους ὑπὲρ τῶν Ἁρπαλείων? 3:

(히페레이데스, Speeches, Κατὰ Δημοσθένους ὑπὲρ τῶν Ἁρπαλείων 3:)

οὐκ ἔστι ταῦτα, ἀλλὰ πάντων φανήσον[τα]ι μάλιστα δημο[τικώ]τατα τῷ πράγμα[τι κ]εχρημένοι: τοὺς [μὲ]ν γὰρ ἀδικοῦντας [ἀπ]έφηναν, καὶ ταῦ[τ οὐ]χ ἑκόντες, ἀλλ ὑπὸ [τοῦ δ]ήμου πολλάκις [ἀναγ]καζόμενοι: τὸ [δὲ κο]λάσαι τοὺς ἀδι[κοῦντα]ς οὐκ ἐφ αὑτοῖς [ἐποί]ησαν, ἀλλ ὑμῖν [ἀπέδ]οσαν τοῖς κυρίοις. Δ[ημοσθένης] δ οὐ μόνον ἐπὶ τοῦ αὑτοῦ ἀγῶνος οἰέται δεῖν ὑμᾶς παρακρούσασθαι διαβαλὼν τὴν ἀπόφασιν, ἀλλὰ καὶ τοὺς ἄλλους ἀγῶνας ἅπαντας ἀφελέσθαι ζητεῖ τοὺς τῆς πόλεως: ὑπὲρ οὗ δεῖ ὑμᾶς νυνὶ βουλεύσασθαι προσέχοντας τὸν νοῦν, καὶ μὴ τῷ λόγῳ ὑπὸ τούτου ἐξαπατηθῆναι. τὰς γὰρ ἀποφάσεις ταύτας τὰς ὑπὲρ τῶν χρημάτων Ἁρπάλου πάσας ὁμοίως ἡ βουλὴ πεποίηται καὶ τὰς αὐτὰς κατὰ πάντων, καὶ οὐδεμιᾷ προσγέγραφεν διὰ τί ἕκαστον ἀπο[φαί]νει, ἀλλὰ ἐπὶ κεφαλαίου γράψασα ὁπόσον ἕκαστος εἴληφεν χρυσίον, τοῦτ οὖν [ὀφε]ιλέτω. [ἢ] ἰσχύ[σει Δημοσθ]ένης παρ ὑμ[ῖν τῆς κατ αὐτοῦ] ἀπο[φάσεως μεῖζον]· οὐκ ἐσἀπογιἀπόφαἔλαβενσι καὶ οἱ ἄ[λλοι πάντες: ] οὐ γὰρ δή[που Δημο]σθένει [μόνῳ τοῦ]το ἰσχυρὸ[ν ἔσται, τοῖς] δ ἄλλοις ο[ὔ. καὶ γὰρ] οὐχ ὑπὲρ [εἴκοσι τα]λάντων δ[ικάζετε], ἀλλὰ ὑπὲρ τ[ετρακο]σίων, οὐδ ὑ[πὲρ ἑνὸς] ἀδικήμ[ατ]ο[ς, ἀλλ ὑ]πὲρ ἁπάντ[ων. ἡ γὰρ] σὴ ἀπόνο[ια, ὦ Δημό]σθενες, ὑπ[ὲρ ἁπάντων] τῶν ἀδικούντων νῦν προκινδυνεύει καὶ προαναισχ[υν]τεῖ. ἐγὼ δ ὅτι μὲν ἔλαβες τὸ χρυσίον ἱκανὸν οἶμαι εἶν[αι] σημεῖον τοῖς δικασταῖς τὸ τὴν βουλήν σου καταγνῶναι, [ᾗ σαυτὸν ἐ]πέτρεψας: [τίνων δὲ ἕ]νεκα ἔλαβες, [καὶ ἐπὶ τί]σιν αἰτίαις [πᾶσαν τὴ]ν πόλιν καενοσχρυσίτος τοὺς[ὥς]περ εἰ[φανερ]ὸν ποι[ήσω. ἐπ]ειδὴ γὰρ ἦλ[θεν, ὦ ἄν]δρες δικα[σταί, Ἅρπα]λος εἰς τὴν [Ἀττική]ν, καὶ οἱ πα[ρὰ Φιλοξέ]νου ἐξαι[τοῦντες αὐ]τὸν ἅμα [προσήχθης]αν πρὸς [τὸν δῆμον, τότε παρελθὼν Δημ]οσθένης [διεξῆλθεν] μακρὸν [λόγον, φά]σκων οὔτε [τοῖς παρ]ὰ Φιλοξέ[νου ἐλθο]ῦσι καλῶς [ἔχειν τὸν] Ἅρπαλον [ἐκδοῦναι τ]ὴν πόλιν, [οὔτε δεῖν] αἰτίαν οὐ[δεμίαν τ]ῷ δήμῳ [δι ἐκεῖνο]ν παρ Ἀ[λεξάνδρο]υ καταλείπεσθαι, ἀσφαλέστατον δ εἶναι τ[ῇ πόλει] τά τε χρήματα [καὶ τὸν] ἄνδρα φυλάτ[τειν], καὶ ἀναφέρει[ν τὰ χρή]ματα ἅπα[ντα] εἰς [τὴν] ἀκρόπολιν, ἃ ἦλθ[εν] ἔχων Ἅρπαλος εἰ[ς τὴν] Ἀττικήν, ἐν τῇ αὔρι[ον] ἡμέρᾳ: Ἅρπαλο[ν δ ἤ]δη ἀποδεῖξαι τὰ [χρή]ματα, ὁπόσα ἐστ[ίν]: οὐχ ὅπως πύθο[ιτο] τὸν ἀριθμὸν αὐτῶν, ὡς ἐοίκεν, ὁπόσα ἦν, ἀλλ ἵνα εἰδῇ ἀφ ὅσων αὐτὸν δεῖ τὸν μισθὸν πράττεσθαι. καὶ καθήμενος κάτω ὑπὸ τῇ κατατομῇ, οὗπερ [εἰώ]θε κα[θῆς]θ[αι], ἐκέλευ[ε Μνης]ίθεον τὸν χορευτὴν ἐρωτῆσαι τὸν Ἅρπαλον, ὁπόσα εἰή τὰ χρήματα τὰ ἀνοισθησόμενα εἰς τὴν ἀκρόπολιν. ὁ δ ἀπεκρίνατο ὅτι ἑπτα[κόσια τάλαντα] [τὰ χρήματα εἶναι τη]λικ[αῦτα] αὐτὸς ἐν τῷ δ[ήμῳ] πρὸς ὑμᾶς ε[ἰπών], ἀναφερομέν[ων τρια]κοσίων ταλά[ντων] καὶ πεντ[ήκοντα ἀν]θ ἑπτακοσίων, λ[αβὼν] τὰ εἴκοσι τάλα[ντα οὐ]δένα λόγον ἐπ[οιήσα]το ἐν τῷ δήμῳ ἑ[πτα]κόσια φήσας εἶν[αι] τάλαντα, νῦν τὰ ἡ[μί]ση ἀναφέρεις, κα[ὶ]ω ὅτι τοῦ [ἀν]ενεχθῆναιεἰς ἀκρόπολιν [τα]ῦτα τὰ πρά[γματα] ονλιἔκρινον τ[ὸν][οὔτ] ἂν ἐπρί[ατο Ἅρπαλ]ος τὰς φε[ο]ὔτ ἂν ἡ πόλις [ἐν αἰτίαις] καὶ διαβο[λαῖς ἦν. ] ἀλλὰ πάν[τω]ν τούτων, ὦ Δημό[σθενες]ἐστίνμως ἐγστους [α]ἰσχυννει[χρ]υσίονγὰρ ὅτινοιωτουπεν[ ς]τατῆρας ἔλαβε: σὺ δ ὁ τῷ ψηφίσματι τοῦ σώματος αὐτοῦ τὴν φυλακὴν καταστήσας καὶ οὔτ ἐκλειπομένην ἐπανορθῶν οὔτε καταλυθείσης τοὺς αἰτίους κρίνας, προῖκα δηλονότι τὸν καιρὸν τοῦτον τεταμίευσαι· καὶ τοῖς μὲν ἐλάττοσι ῥήτορσιν ἀπέτινεν ὁ Ἅρπαλος χρυσίον, τοῖς θορύβου μόνον καὶ κραυγῆς κυρίοις, σὲ δὲ τὸν τῶν ὅλων πραγμάτων ἐπιστάτην παρεῖδεν· καὶ τῷ τοῦτο πιστόν· τοσοῦτον δ, ὦ ἄνδρες δικασταί, τοῦ πράγματος καταπεφρόνηκεν Δημοσθένης, μᾶλλον δέ, εἰ δεῖ μετὰ παρρησίας εἰπεῖν, ὑμῶν καὶ τῶν νόμων, ὥστε τὸ μὲν πρῶτον, ὡς [ἐοί]κεν, ὁμο[λογεῖν μὲν εἰληφέ]ναι τὰ χρήματ[α, ἀλλὰ] κατακεχρῆσθαι αὐτὰ ὑμῖν προδεδανεισμένος δεδανεισμένος εἰς τὸ θεωρικόν: καὶ περιὼν Κνωσίων καὶ οἱ ἄλλοι φίλοι αὐτοῦ ἔλεγον ὅτι ἀναγκάσουσι τὸν ἄνθρωπον οἱ αἰτιώμενοι εἰς τὸ φανερὸν ἐνεγκεῖν ἃ οὐ βούλεται, καὶ εἰπεῖν ὅτι τῷ δήμῳ προδεδάνειστ[αι] τὰ χρήματα εἰς τὴν διοίκησιν. ἐπειδὴ δ ὑμῶν οἱ ἀκούσαντες πολλῷ μᾶλλον ἠγανάκτουν ἐπὶ τοῖς κατὰ τοῦ πλήθους τοῦ ὑμετέρου λόγοις, εἰ μὴ μόνον ἱκανὸν εἰή αὐτῷ ἰδίᾳ δεδωροδοκηκέναι, [ἀλλὰ καὶ τὸν δῆμο]ν [οἰοίτο δεῖν ἀνα]πιμ[πλάναι ] λέγων καὶ αἰτιώ[με]νος, ὅτι Ἀλεξάνδρῳ χαριζομένη ἡ βουλὴ ἀνελεῖν αὐτὸν βούλεται: ὥσπερ οὐ πάντας ὑμᾶς εἰδότας, ὅτι οὐδεὶς τὸν τοιοῦτον ἀναιρεῖ, ὃν ἔστιν πρίασθαι, ἀλλ ὅντινα μήτε πεῖσαι ἔστιν μήτε χρήμασιν διαφθεῖραι, τοῦτον δ[ὴ ς]κοποῦσιν ὅπω[ς ἐ]κ παντὸς τρόπ[ου ἐκ]ποδὼν ποιήσουσιν. κίνδυνος δ ὡς ἔ[οι]κεν ἐστίν, μὴ σύ, ὦ Δημόσθενες, ἀπαραίτητος καὶ ἄπειστος εἶ πρὸς δωροδ[οκίαν]· μὴ νομίζ[ετε δὲ διὰ] τῆς τούτω[ν δωρο]δοκίας τὰ τυ[χόντα τῶν] πραγμάτω[ν ἁλίς]κεσθαι. ο[ὐ γὰρ ἄδηλόν] ἐστιν ὅτι [πάντες] οἱ ἐπιβουλεύοντες τοῖς Ἑλληνικοῖς πράγμασιν τὰς μὲν μικρὰς πόλεις τοῖς ὅπλοις συσκευάζονται, τὰς δὲ μεγάλας τοὺς δυναμένους ἐν αὐταῖς ὠνούμε[νοι, ο]ὐδ ὅτι Φίλιππος [τηλικ]οῦτος ἐγένετο [ἐξ ἀρχ]ῆς χρήματα δια[πέμψα]ς εἰς Πελο[πόννη]σον καὶ Θετ[ταλίαν] καὶ τὴν ἄλλην [Ἐλλάδα], καὶ τοὺς ἐν [δυνάμει] ὄντας ἐν [ταῖς πόλε]σιν καὶ προ[εστῶτας] [τερα]τεύῃ, καὶ οὐχ ἅπασιν οἰεί φανερὸν εἶναι ὅτι φάσκων ὑπὲρ τοῦ [δήμου] λέγειν ὑπὲρ [Ἀλεξά]νδρου φανερῶς [ἐδημηγ]όρεις·

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION