- 텍스트

Hyperides, Speeches, Κατὰ Δημοσθένους ὑπὲρ τῶν Ἁρπαλείων? 1:

(히페레이데스, Speeches, Κατὰ Δημοσθένους ὑπὲρ τῶν Ἁρπαλείων 1:)

ἀλλ ἐγώ, ὦ [ἄνδρες] δικασταί, [ὅπερ καὶ] πρὸς τοὺ[ς παρακαθη]μένους [ἀρτίως ἔλ]εγον, θαυ[μάζω] τουτὶ τὸ πρᾶ[γμα, εἰ δ]ὴ νὴ Δία κατὰ [Δημ]οσθένους μό[νου τ]ῶν ἐν τῇ πόλει [μήτε] οἱ νόμοι ἰσχύου[σιν, οἱ] κελεύοντες κύ[ρια εἶν]αι ὅσα ἄν τις [αὐτ]ὸς καθ αὑτοῦ διάθηται, μήτε τὰ ψηφίσματα τοῦ δήμου, καθ ἃ ὑμεῖς μὲν ὀμωμόκατε τὴν ψῆφον οἴσειν, ἔγραψεν δὲ αὐτὰ οὐδεὶς τῶν ἐχθρῶν τῶν Δημοσθένους, ἀλλ αὐτὸς οὗτος, ἐψηφίσατο δὲ ὁ δῆμος [το]ύτου κελεύο[ντο]ς [καὶ μόνον] οὐχ ἑκου[σίως αὑτὸν ἀπο]λλύ[οντος] [καίτοι τὸ] δίκαιον, ὦ ἄνδρες δικασταί, ἁπλοῦν ὑπολαμβάνω ἡμῖν εἶναι πρὸς Δημοσθένη. ὥσπερ γὰρ ἐπὶ τῶν ἰδίων ἐγκλημάτων πολλὰ διὰ προκλήσεων κρίνεται, οὕτως καὶ τουτὶ τὸ πρᾶγμα κέκριται. σκέψασθε γάρ, ὦ ἄνδρες δικασταί, οὑτωσί. ᾐτιάσατό σε, ὦ Δημόσθενες, ὁ δῆμος εἰληφ[έναι] εἴκοσι τάλαντ[α ἐπὶ] τῇ πολιτείᾳ κ[αὶ τοῖς] νόμοις. ταῦτα ς[ὺ ἔ]ξαρνος ἐγένου μὴ λαβεῖν, καὶ πρόκλησιν γράψας ἐν ψηφίσματι προσήνεγκας τῷ δήμῳ, ἐπιτρέπων ὑπὲρ ὧν τὴν αἰτίαν ἔσχες τῇ βουλῇ τῇ ἐξ Ἀρείου πά[γου] [καὶ συκοφαντεῖς τὴν βουλήν, προκλήσεις ἐκτιθεὶς καὶ ἐρωτῶν ἐν ταῖς προκλήσεσιν, πόθεν ἔλα]βε[ς τὸ χρυσίον, καὶ τίς] ἦν σο[ι ὁ] δούς, καὶ ποῦ. τελευτῶν δ ἴσως ἐρωτήσεις καὶ ὅτι ἐχρήσω λαβὼν τῷ χρυσίῳ, ὥσπερ τραπεζιτικὸν λόγον παρὰ τῆς βουλῆς ἀπαιτῶν. ἐγὼ δ[ὲ τ]οὐναντίον [ἡδέως ἂ]ν παρὰ σοῦ [πυθοίμ]ην, τίνος [ἂν ἕν]εκα ἡ ἐξ Ἀρείου [πάγου βου]λὴ ἔφηις ἀδίκ[ως]τατοχρυφησι τουωτατις.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION