호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καὶ ὑμεῖς μέν, ὦ ἄνδρες δικασταί, ἐκπεσόντας αὐτοὺς ὑπεδέξασθε καὶ πολίτας ἐποιήσασθε καὶ τῶν ὑμετέρων ἀγαθῶν πάντων μετέδοτε, ἀπομνημονεύσαντες τὴν εὐεργεσίαν τ[ὴν] πρὸς τὸν βάρβαρον δι ἐτῶν πλειόνων [ἢ πε]ντήκοντα κ[αὶ] ἑκατόν, καὶ οἰόμενοι [δεῖν] τοὺς ἐν τοῖς κινδύνοις ὑμῖν χρησίμους [γε]νομένους τούτους ἀτυχοῦντ[ας περ]ις[ωθῆναι] ὑφ ὑμῶν. οὗτος δὲ ὁ μιαρός, [ὁ] ἀφεὶς [ὑμᾶς κἀ]κεῖ ἐγγραφ[εί]ς, οὔτε τῆς πολιτεί[ας οὔτε τοῦ ἤθο]υς τῆς πόλεως οὐδὲν [ἐ]πετή[δευεν ἄξι]ον ἀλ[λ οὕτ]ως ὠμῶς τοῖς ὑπο[δεξαμένοις α]ὐτὸν [ἐχρ]ήσατο ὥστε [μ]ετατο ἐν τῇ ἐκκλησίᾳκατὰ τοῦτ[ο] ραν δεδ[ιὼς]ιν κατέφ[υγ]εν.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기