호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὃς εἰδὼς ὅτι πολλαὶ ὠναὶ [γίγνον]ται ἐν τῇ πόλει ἔθηκε νόμον δίκαι[ον, ὡς] παρὰ πάντων ὁμολογεῖται, τὰς ζη[μίας ἃς ἂν] ἐργάσωνται οἱ οἰκέται καὶ τὰ ἀ[δικήμ]ατα διαλύειν τὸν δεσπότην παρ ᾧ [ἂν ἐργάς]ωνται οἱ οἰκέται. εἰκότως: καὶ γὰρ [ἐάν τι ἀγ]αθὸν πράξῃ ἢ ἐργασίαν εὑρ´[ῃ] ὁ ο[ἰκέτης το]ῦ κεκτημένου αὐτὸν γ[ίγ]νετ[αι. σὺ δὲ τὸν ν]όμον ἀφεὶς περὶ συνθ[ηκῶν παραβαιν]ομένων διαλέγῃ. καὶ ὁ [μὲν Σόλων οὐδ ὃ] δικαίως ἔγραφεν ψήφ[ισμά τις τοῦ νόμου] οἰέται δεῖν κυριώ[τερον εἶναι, σὺ δὲ καὶ τ]ὰς ἀδίκους συνθ[ήκας ἀξιοῖς κρατεῖν πάντων τ]ῶν νόμων.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기