호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
σκέψαι δέ, ὦ Ἀθηνόγενες, μὴ μόνον περὶ τῶν οἰκετῶν, ἀλλὰ καὶ περὶ τῶν ἐλευθέρων σωμάτων ὃν τρόπον οἱ νόμοι ἔχουσιν. οἶσθα γὰρ δήπου καὶ σὺ καὶ <οἱ> ἄλλοι πάντες ὅτι οἱ ἐκ τῶν ἐγγυητῶν γυναικῶν παῖδες οὗτοι γνήσιοί εἰσιν. ἀλ[λὰ] μὴ[ν οὐκ ἀ]πέ[χρ]ησε τῷ νομοθ[έτῃ] τὸ ἐγγ[υηθῆ]ναι τὴν γυναῖκα ὑπὸ [τοῦ πατ]ρὸς [ἢ τοῦ ἀδ]ελφοῦ, ἀλλ ἔγραψε δι[αρρή]δην ἐν [τῷ νόμ]ῳ, [ἣν] ἂν ἐγγυήσῃ τ[ις ἐπὶ δικαίοις δάμαρτα] ἐκ ταύτης εἶν[αι παῖδας γνησίους, καὶ οὐ]κ ἐάν τις ψευς[άμενος ὡς θυγατέρα ἐγ]γυήσῃ ἄλ[λην τινά. ἀλλὰ τὰς μὲν δι]καίας ἐγγύας κ[υρίας, τὰς δὲ μὴ δικαίας ἀκύρους] καθίστη[σιν.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기