호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
βουλευομένοις δ ἡμῖν ἔδοξεν πορεύεσθαι πρὸς τοῦτον καὶ διαλέγεσθαι. καὶ καταλαβόντες αὐτὸν πρὸς τοῖς μυροπωλίοις ἠρωτῶμεν εἰ οὐκ αἰσχύνοιτο ψευδόμενος κα[ὶ ἐν]εδρεύσας ἡμᾶς ταῖς συνθήκαις, οὐ προειπὼν τὰ χρέα. ὁ δ ἀπεκρίνατο ἡμῖν ὡς οὔτε τὰ χρέα γιγνώσκοι ἃ λέγομεν, οὔτε προσέχοι ἡμ[ῖν] τὸν νοῦν, γραμματεῖόν τ εἰή αὐτῷ κείμενον πρὸς ἐμὲ περὶ τούτων. πολλῶν δ ἀνθρώπων ς[υλλ]εγομένων καὶ ἐπακουόντων τοῦ πράγματος, διὰ τὸ ἐν τῇ ἀγορᾷ τοὺς λόγους γίγνεσθαι, καὶ κατατεμνόντων αὐτόν, κελευόντων τε [ἀπάγ]ειν ὡς ἀνδραποδιστή[ν, τοῦτο μ]ὲν οὐκ ᾠόμεθα δεῖν ποιεῖν, πρ[οσεκαλεσά]μεθα δὲ αὐτὸν εἰς ὑμᾶς κατὰ [τὸν νό]μον. πρῶτον μὲν οὖν ὑμῖν τὰς ς[υνθή]κας ἀναγνώσεται: ἐ[ξ αὐτῶ]ν γὰρ τ[ῶν] γεγρα[μμένων] μαθήσεσθε τὴν ἐπιβουλὴν αὐτοῦ τούτου. λέγε τὰς συνθήκας. Συνθήκη τὰ μὲν το[ίν]υν πεπραγμένα, ὦ ἄνδρες δικασταί, καθ ἓν ἕκαστον ἀκηκόατε.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기