호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὡσ δ’ ᾐσθόμην οὗ ἦν κακοῦ, τότ’ ἤδη τοὺσ φίλουσ καὶ τοὺσ οἰκείουσ συνήγαγον καὶ τὰ ἀντίγραφα τῶν συνθηκ[ῶν] ἀνεγιγνώσκομεν· ἐν αἷσ ἐγέγραπτο μὲν τὸ τοῦ Παγκάλου καὶ τοῦ Πολυκλέουσ ὄνομα διαρρήδην, καὶ ὅτι μύρων τιμαὶ ὠφείλοντο, ἃ ἦν βραχέα τε καὶ ἐξῆν αὐτοῖσ εἰπεῖν ὅτι τὸ μύρον ἄξιον εἰή τοῦ ἀργυρίου τὸ ἐν τ[ῷ ἐ]ργαστηρίῳ, τὰ δὲ πολλὰ τῶν χρεῶν καὶ τὰ μέγιστα οὐκ ἐνεγέγραπτο ἐπ’ ὀνομάτων, ἀλλ’ ἐν προσθήκησ μέρει ὡσ οὐδὲν ὄντα, "καὶ εἴ τῳ ἄλλῳ ὀφείλει τι Μίδασ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기