호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
συναγαγὼν δ ἐγὼ πανταχόθεν καὶ τοὺς φίλους ἐνοχλήσας καὶ θεὶς ἐπὶ τὴν τράπεζαν τὰς τετταράκοντα μνᾶς ἧκον ὡς τὴν [Ἀντι]γόναν. κἀκε[ίνη] ς[υνήγα]γεν ἡμᾶς εἰς τὸ αὐτό, ἐμέ τε καὶ [Ἀθηνο]γ[έ]νην, καὶ διή[λλ]αξε, καὶ παρεκελεύσατ[ο τ]οῦ λοιποῦ εὖ ποιεῖν ἀλλήλους. καὶ ἔγωγ ἔφην ταῦτα ποιήσειν, καὶ Ἀθηνογένης οὑτοσὶ ὑπολαβὼν εἶπε[ν ὅ]τι τῶν πεπραγμένων δεῖ με χάριν ἔχειν Ἀντιγόνᾳ: καὶ νῦν, ἔφη, ταύτης ἕνεκα ἤδη σοι ἐνδείξομαι ὅσα σε ἀγα[θὰ] ποιήσω. σὺ μὲ[ν γάρ], ἔφη, [τὸ] ἀργύριον ἐπ ἐλευθερίᾳ καταβαλ[εῖ]ς το[ῦ Μίδο]υ καὶ τῶν παίδων, ἐγὼ δέ σοι ἀποδώσομαι αὐτοὺς ὠνῇ καὶ πράσει, ἵνα πρῶτον μὲν μηδεὶς [παρε]νοχλῇ μηδὲ διαφθείρῃ τὸν π[α]ῖδα, ἔ[π]ε[ι]τ αὐτοὶ [μὴ] ἐγχειρῶσι [πο]νηρε[ύε]σθαι μηδὲν διὰ τὸν φόβ[ον].
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기