호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἴσως μὲν οὖν, ὦ ἄνδρες δι[κας]ταί, οὐδὲν [ὑπερ]θαύμαστόν με ὑπὸ Ἀν[τιγόν]ας τὸν τρόπον τουτονὶ παιδαγω[γηθῆ]ναι, γυναικὸς ἣ δεινοτάτη μὲν [τῶν] ἑταιρῶν, ὥς φασιν, ἐφ ἡλ[ικί]ας ἐγένε[το, διατ]ετέλεκε δὲ πορνοβοσκοῦσα ενοἶκον τοῦ Χολλίδου οὐ[δενὸς ἐλά]ττω ὄντα ἀνῄρηκεν. καίτοι [ὅπου καθ ἑ]αυτὴν οὖσα τοιαῦτα διεπράτ[τετο, τί οἰές]θ αὐτὴν νῦν ἐν[νο]εῖν, προς[λαβοῦσαν συ]ναγωνιστὴν Ἀθηνογένην, ἄνθρωπον λογογράφον τε καὶ ἀγοραῖον, τὸ δὲ μέγιστον, Αἰγύπτιον·
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기