호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καὶ ταῦτ ἔλεγεν [σπο]υδάζουσά τε τῷ ἤθει ὡς ἔνι μάλιστα [καὶ] ὀμνύουσα τοὺς μεγίστους ὁρ´κους, ἦ μὴν [με]τ εὐνοίας τῆς ἐμῆς λέγειν καὶ ἐπὶ [πάση]ς ἀληθείας: ὥστ ἐμέ, ὦ ἄνδρες δικα[σταί, ῥηθ]ήσεται γὰρ πρὸς ὑμᾶς τἀληθές, ταῦ[τα π]επεῖσθαι. οὕτως, ὡς ἐοίκεν, ἐξίστησιν [ἀνθρώπου] φύσιν ἔρως, προσλαβὼν γυναι[κὸς συνεργ]ίαν. ἐκείνη γοῦν φενακίζουσα [ἅπαντ]α ταῦτα προσπεριέκοψε[ν α]ὑτῇ [ὡς δὴ] εἰς παιδίσκην τριακοσίας δραχμὰς [εὐν]οίας ἕνεκα.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기