- 텍스트

Hyperides, Speeches, Κατὰ Φιλιππίδου? 18:

(히페레이데스, Speeches, Κατὰ Φιλιππίδου 18:)

διὰ τί γὰρ <ἂν> τούτου φείσαισθε· πότερα διότι δημοτικός ἐστιν· ἀλλὰ ἴστ αὐτὸν τοῖς μὲν τυράννοις δουλεύειν προελόμενον, τῷ δὲ δήμῳ προστάττειν ἀξιοῦντα. ἀλλ ὅτι χρηστός· ἀλλὰ δὶς αὐτοῦ ἀ[δικί]αν κατέγνωτε. ναί, ἀ[λλ]ὰ χρήσιμος: ἀλλ εἰ χρής[ες]θε τῷ ὑφ ὑμῶν ὁμολ[ογ]ουμένως πονηρῷ [κρ]ιθέντι, ἢ κρίνειν κακῶς δόξετε ἢ πονηρῶν [ἀν]θρώπων ἐπιθυμ[εῖν. ο]ὐκοῦν οὐκ ἄξιον τὰ [τούτ]ου ἀδικήματα αὐτ[οὺς ἀν]αδέχεσθαι, ἀλλὰ [τ]ιμωρεῖ[σθ]αι τὸν ἀδικοῦν[τα].

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION