호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
εἰ δ ο[ἰεί] κορδακίζων καὶ γελ[ωτ]οποιῶν, ὅπερ ποι[εῖν] εἰώθας, ἐπὶ τῶν δικαστη[ρί]ων ἀποφεύξεσθαι, ε[ὐήθ]ης εἶ, ἢ παρὰ τούτ[ο]ις συγγνώμην ἢ ἔ[λεόν] τινα παρὰ τὸ δίκαι[ον ὑπ]άρ[χ]ειν. πολλοῦ γε δ[εῖ. οὐ γ]ὰρ ἀπέθου σαυτῷ εὔνοιαν παρὰ τῷ δήμῳ, ἀλλ ἑτέρωθι, οὐδὲ τοὺς σῶσαί σε δυναμένους ᾤου δεῖν κολακεύειν, ἀλλὰ τοὺς τῷ δήμῳ φοβεροὺς ὄντας.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기