호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καὶ ἐν τούτῳ μοι τῷ χρόνῳ ἔγκλημα μὲν οὐδεὶς τῶν ἐκεῖ ἐνεκάλεσεν οὔτε ἰδίᾳ οὔτε δημοσίᾳ, στεφάνοις δὲ τρισὶν ἐστεφανώθην ὑπὸ τοῦ δ[ήμ]ου τοῦ ἐν Ἡφαις[τί]ᾳ καὶ ἑτέροις ὑ[πὸ] τοῦ ἐν Μυρίνῃ: ἃ [χρ]ὴ τεκμήρια ὑμῖν ε[ἶν]αι εἰς τοῦτον τὸν ἀγῶνα, ὡς ψευδεῖς κατ ἐμοῦ <αἱ> αἰτίαι εἰσίν. οὐ γὰρ οἱό῀ν τε τὸν Ἀθήνησι πονηρὸν ἐν Λήμνῳ χρηστὸν εἶναι, οὐδ ὑμεῖς ὡς τοιοῦτον ὄντα με ἀπεστέλλετε ἐκεῖσε, παρακατατιθέμενοι δύο πόλεις τῶν ὑμετέρων αὐτῶν.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기