호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τοιο[ῦτο] γὰρ ἐστι τὸ Ἀρίστ[ωνος] τουτουὶ πρᾶγμα: [οὗ]τος προσκαλεῖται μὲν περιὼν πάντας ἀνθρώπους, τῶν δ ὅσοι μὲν [ἂν] μὴ διδῶσιν αὐ[τῷ] ἀργύριον, κρίν[ει καὶ] κατηγορεῖ, ὁπ[όσοι] δ ἂν ἐθέλωσιν [ἀπο]τίνειν, ἀφίησιν, [τὸ] δ ἀργύριον Θεο[μνή]στῳ δίδωσιν: ἐκ[εῖ]νος δὲ λαμβάνων ἀνδράποδα ἀγοράζει, καὶ παρέχει ὥσπερ τοῖς λῃσταῖς ἐπισιτισμόν, καὶ δίδωσι τούτῳ ὑπὲρ ἑκάστου τοῦ ἀνδραπόδου ὀβολὸν τῆς ἡμέρας, ὅπως ἂν ᾖ ἀθάνατος συκοφάντης.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기