- 텍스트

Hippocrates, Oeuvres Completes D'Hippocrate., ΠΕΡΙ ΕΛΚΩΝ.?, 24.

(히포크라테스, Oeuvres Completes D'Hippocrate., ΠΕΡΙ ΕΛΚΩΝ., 24.)

Οἰδήματα ἐν τοῖσι ποσὶ γινομενα, αὐτόματα καὶ μὴ αὐτόματα, οὐδὲν ὑπὸ τῶν καταπλασμάτων καθιστάμενα, τά τε οἰδήματα, καὶ ἡ φλεγμασίη, καὶ ἢν σπόγγους ἐπιδέῃ τις ἢ εἴρια ἤ τι ἄλλο ἐπὶ τὸ ὑγιὲς, ἔπειτα ἀνοιδίσκηται αὐτόματον καὶ ἀναφλεγμαίνῃ, κατὰ φλέβας ἐπίῤῬους αἴτιόν ἐστιν αἵματος, ᾥτινι μὴ φλάσμα αἴτιόν ἐστι, καὶ ἤν που ἄλλοθι τοῦ σώματος τοιοῦτόν τι γίνηται, ὁ αὐτὸς λόγος. Ἀλλὰ τοῦ αἵματος χρὴ ἀφίεναι, μάλιστα μὲν κατὰ φλέβας τὰς ἐπιῤῬεούσας, ἢν καταφανέες ἐώσιν‧ ἢν δὲ μὴ, κατακρούειν τὰ οἰδήματα βαθύτερα καὶ πυκνότερα, καὶ ἄλλο πᾶν ὅ τι ἂν κατακρούῃς, οὕτω χρὴ ποιέειν, καὶ ὡς ὀξυτάτοισι σιδηρίοισι καὶ λεπτοτάτοισι, καὶ ὅταν ἀφαιρέῃς τὸ αἵμα, τῇ μήλῃ μὴ κάρτα πιέζειν, ὡς μὴ φλάσις προσγίνηται‧ ὄξει δὲ κατανίζειν, καὶ θρόμβον αἵματος ἐν τοῖσι σχάσμασι μὴ ἐᾷν ἐγκαταλείπεσθαι, καταχρίσας τῷ ἐναίμῳ φαρμακῳ, εἴρια οἰσυποῦντα κατεξασμένα μαλθακὰ ἐπιδῆσαι, Ῥήνας οἴνῳ καὶ ἐλαίῳ, καὶ ἐχέτω τὸ σχασθὲν ὅκως ἀνάῤῬους εἰή τοῦ αἵματος καὶ μὴ κατάῤῬους. Καὶ μὴ τεγγέτω ὅλως, καὶ ὀλιγοσιτεέτω, καὶ πινέτω ὕδωρ‧ ἢν δὲ ἀπολύων εὐρίσκῃς τὰ σχάσματα φλεγμαίνοντα, καταπλάσσειν τῷ ἐκ τοῦ ἀγνοῦ καὶ λίνου καρποῦ καταπλάσματι‧ ἢν δὲ ἑλκωθῇ τὰ σχάσματα καὶ ξυῤῬαγῇ, πρὸς σχῆμα ὁρέων, ἔπειτα προσφέρων ὅτου ἂν δέῃ, τὰ λοιπὰ ἰητρεύειν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION