호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ποιέει δὲ τὸ ξηρὸν ἀπὸ τοῦ ἐλλεβόρου μόνον καὶ τῆς σανδαράχης. -- Ἕτερον ὑγρόν‧ ποίη, ἧς τὸ φύλλον ὅμοιον ἄρῳ τὴν φύσιν, λευκὸν δὲ, χνοῶδες, κατὰ κισσοῦ φύλλον τὸ μέγεθος‧ αὕτη ἡ ποίη ξὺν οἴνῳ ἐπιπλάσσεται. -- Ἢ τοῦ πρίνου τὸ περὶ τὸ στέλεχος τρίψας ἐν οἴνῳ, ἐπίπλασσε. -- Ἕτερον‧ ὄμφακος χυλὸς, ὄξος ὡς ὀξύτατον, ἄνθος χαλκοῦ, νίτρον, ὀπὸς ἐρινεοῦ. -- Ἐς ὄμφακος χυλὸν στυπτηρίην ἐμβαλλειν ὡς λειοτάτην, καὶ θεῖναι ἐν χάλκῷ ἐρυθρῷ ἐς ἥλιον, καὶ ἀνακινέειν, καὶ ἀνελεῖν ὅταν δοκέῃ καλῶς ἔχειν τὸ πάχος. -- Ἕτερον‧ ἑλλέβορος μέλας ὡς λειότατος ἐπιπάσσεται, ἑώς ἄν τι τοῦ ὑγροῦ ἐνέῃ καὶ νεμομένου‧ ἐπίδεσις δὲ ἡ αὐτὴ, ἥπερ ἐπὶ τοῖσιν ἐμπλάστροισιν. -- Ἕτερον‧ ἁλὸς χόνδρους ὡς ξηροτάτους ἐς χυτρίδιον χάλκεον ἢ κεραμεοῦν καινὸν ἐμβαλεῖν, ἴσους ὡς μάλιστα τὸ μέγεθος, μὴ ἁδρούς‧ καὶ μέλι ὡς κάλλιστον διπλάσιον τῶν ἁλῶν εἰκάσας ἐπιχέαι ἐπὶ τοὺς ἅλας‧ ἔπειτα ἐπιθεῖναι ἐπὶ τοὺς ἄνθρακας τὸ χυτρίδιον, καὶ ἐᾷν ἑώς ἂν κατακαυθῇ πᾶν‧ ἔπειτα ἀνασπογγίσας τὸ ἕλκος καὶ ἐκκαθήρας, ἐπιδῆσαι ὥσπερ τὸ πρότερον, καὶ πιέσαι ὀλίγῳ μᾶλλον‧ τῇ δ ὕστεραίῃ, ὅπη ἂν μὴ λάβηται τὸ φάρμακον, ἐπιπάσας προσπιέζειν καὶ ἐπιδεῖν‧ ὅταν δὲ βούλῃ ἀφιστάναι τὸ φάρμακον, ὄξος θερμὸν ἐπιχέειν, ἑώς ἂν ἀποστῇ, καὶ αὖθις τὰ αὐτὰ ποιέειν, ἢν δέηται, ἀνασπογγίσας. -- Ἄλλο ξηρὸν δάκνον‧ ὡς οἰσυπωδέστατα εἴρια ἐπ ὀστράκου κατακαῦσαι δαιδίῳ προσίσχων ἑώς ἂν πάντα κατακαύσῃς‧ τοῦτο λεῖον τρίβων, ἐπιπάσας τὴν αὐτὴν ἐπιδεῖν ἐπίδεσιν. -- Ἄλλο ξηρὸν ὁμοίως δάκνον‧ μίσυος ὡς λειοτάτου ἐπιπάσσειν ἐπὶ τὰ ὑγρὰ καὶ σαπρὰ, καὶ ἄνθος λεπτὸν μὴ παντελῶς λεῖον. -- Ἐπὶ τῶν αὐτῶν ἑλκέων‧ χαμαιλέων μέλας, στυπτηρίη ἡ τῷ ὀπῷ τῆς συκῆς δεδευμένη, δεύειν δὲ ὀπτὴν, καὶ ἄγχουσαν μίσγειν. -- Ἀναγαλλὶς, καὶ στυπτηρίη αἰγυπτίη ὀπτὴ, ἐπίπαστον ὀρχομένιον ἐπιπάσσειν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기