- 텍스트

Hippocrates, Hippocrates Collected Works I, PARAGGELIAI, xiii.

(히포크라테스, Hippocrates Collected Works I, PARAGGELIAI, xiii.)

Εὐκτέη δὲ καὶ διάθεσις ἐκτὸς ἐοῦσα ὀψιμαθίης‧ παρεόντων μὲν οὐδὲν ἐπιτελεῖ‧ ἀπεόντων δὲ μνήμη ἀνεκτή.? γίνεται τοίνυν πάμμαχος ἀτυχίη, μετὰ λύμης νεαρῆς, ἀφροντιστεῦσα εὐπρεπίης, ὁρισμοῖς τε καὶ ἐπαγγελίῃσιν, ὁρ´κοις τε παμμεγέθεσιν θεῶν εἵνεκεν, ἰητροῦ προστατέοντος νούσου, ἀναγνώσιος συνεχείης κατηχήσιός τε ἰδιωτέων φιλαλυστέων λόγους ἐκ μεταφορῆς διαζηλευομένων, καὶ πρὶν ἢ νούσῳ καταπορέωσιν ἠθροισμένων. τῶν μὲν οὖν ταιούτων ὅποι ἂν καὶ ἐπιστατήσαιμι, οὐκ ἂν ἐπὶ θεραπείης συλλόγου αἰτήσαιμι ἂν θαρσαλέως βοηθείην‧ ἱστορίης γὰρ εὐσχήμονος σύνεσις ἐν τούτοις διεσπασμένη. τούτων οὖν δι ἀνάγκην ἀσυνέτων ἐόντων, παρακελεύομαι χρησίμην εἶναι τὴν τρίβην, μεθυστέρησιν δογμάτων ἱστορίης. τίς γὰρ ἐπιθυμεῖ δογμάτων μὲν πολυσχιδίην ἀτρεκέως ἐθέλων ἱστορεῖν, μετὰ δὲ χειροτριβίης ἀτρεμεότητα · διὸ παραινέω τούτοις λέγουσι μὲν προσέχειν, ποιέουσι δὲ ἐγκόπτειν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION