- 텍스트

Hippocrates, Hippocrates Collected Works I, PARAGGELIAI, viii.

(히포크라테스, Hippocrates Collected Works I, PARAGGELIAI, viii.)

Περὶ σημασίης τοιαύτης ἅλις ἔστω‧ ἄνεσις γὰρ καὶ ἐπίτασις νοσέοντος ἐπινέμησιν ἰητρικὴν κέχρηνται.? οὐκ ἀσχήμων δέ, οὐδ ἤν τις ἰητρὸς στενοχωρέων τῷ παρεόντι ἐπί τινι νοσέοντι καὶ ἐπισκοτεόμενος τῇ ἀπειρίῃ κελεύῃ καὶ ἑτέρους ἐσάγειν, εἵνεκα τοῦ ἐκ κοινολογίης ἱστορῆσαι τὰ περὶ τὸν νοσέοντα, καὶ συνεργοὺς γενέσθαι ἐς εὐπορίην βοηθήσιος. ἐν γὰρ κακοπαθείης παρεδρίῃ ἐπιτείνοντος τοῦ πάθεος, δι ἀπορίην τὰ πλεῖστα ἐκκλίνουσι τῷ παρέοντι‧ θαρρητέον οὖν ἐν καιρῷ τοιούτῳ‧ οὐδέποτε γὰρ ἐγὼ τὸ τοιοῦτο ὁριεῦμαι, ὅτι ἡ τέχνη κέκριται περὶ τούτου. μηδέποτε φιλονεικεῖν προσκυρέοντας ἑωυτοῖσι καὶ κατασιλλαίνειν‧ ὃ γὰρ ἂν μεθ ὁρ´κου ἐρέω, οὐδέποτε ἰητροῦ λογισμὸς φθονήσειεν ἂν ἑτέρῳ‧ ἀκιδνὸς γὰρ ἂν φανείη‧ ἀλλὰ μᾶλλον οἱ ἀγχιστεύοντες ἀγοραίης ἐργασίης πρήσσουσι ταῦτα εὐμαρέως. καίτοι γε οὐδὲ ψευδέως κατα νενόηται‧ πάσῃ γὰρ εὐπορίῃ ἀπορίη ἔνεστι.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION