호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ὁκόσαι δ ἀντικέονται τούτων πρὸς τὰ πνεύματα τὰ ψυχρὰ τὰ μεταξὺ τῶν δυσμέων τῶν θερινῶν τοῦ ἡλίου καὶ τῆς ἀνατολῆς τῆς θερινῆς, καὶ αὐτῇσι ταῦτα τὰ πνεύματα ἐπιχώριά ἐστι, τοῦ δὲ νότου καὶ τῶν θερμῶν πνευμάτων σκέπη, ὧδε ἔχει περὶ τῶν πολίων τούτων‧ πρῶτον μὲν τὰ ὕδατα σκληρά τε καὶ ψυχρὰ ὡς ἐπὶ τὸ πλῆθος ἐγγίνεται. τοὺς δὲ ἀνθρώπους εὐτόνους τε καὶ σκελιφροὺς ἀνάγκη εἶναι, τούς τε πλείους τὰς κοιλίας ἀτεράμνους ἔχειν καὶ σκληρὰς τὰς κάτω, τὰς δὲ ἄνω εὐροωτέρας‧ χολώδεάς τε μᾶλλον ἢ φλεγματίας εἶναι. τὰς δὲ κεφαλὰς ὑγιηρὰς ἔχουσι καὶ σκληράς‧ Ῥηγματίαι τέ εἰσιν ἐπὶ τὸ πλῆθος. νοσεύματα δὲ αὐτοῖσιν ἐπιδημεῖ τάδε‧ πλευρίτιδές τε πολλαὶ αἵ τε ὀξεῖαι νομιζόμεναι νοῦσοι. ἀνάγκη δὲ ὧδε ἔχειν, ὁκόταν αἱ κοιλίαι σκληραὶ ἐώσιν‧ ἔμπυοί τε πολλοὶ γίνονται ἀπὸ πάσης προφάσιος. τούτου δὲ αἴτιόν ἐστι τοῦ σώματος ἡ ἔντασις καὶ ἡ σκληρότης τῆς κοιλίης. ἡ γὰρ ξηρότης Ῥηγματίας ποιεῖ εἶναι καὶ τοῦ ὕδατος ἡ ψυχρότης. ἐδωδοὺς δὲ ἀνάγκη τὰς τοιαύτας φύσιας εἶναι καὶ οὐ πολυπότας‧ οὐ γὰρ οἱό῀ν τε ἅμα πολυβόρους τε εἶναι καὶ πολυπότας‧ ὀφθαλμίας τε γίνεσθαι μὲν διὰ χρόνου, γίνεσθαι δὲ σκληρὰς καὶ ἰσχυράς, καὶ εὐθέως Ῥήγνυσθαι τὰ ὄμματα‧ αἱμορροίας δὲ ἐκ τῶν Ῥινῶν τοῖσι νεωτέροισι τριήκοντα ἐτέων γίνεσθαι ἰσχυρὰς τοῦ θέρεος‧ τά τε ἱερὰ νοσεύματα καλεύμενα, ὀλίγα μὲν ταῦτα, ἰσχυρὰ δέ. μακροβίους δὲ τοὺς ἀνθρώπους τούτους μᾶλλον εἰκὸς εἶναι τῶν ἑτέρων‧ τά τε ἕλκεα οὐ φλεγματώδεα ἐγγίνεσθαι οὐδὲ ἀγριοῦσθαι‧ τά τε ἤθεα ἀγριώτερα ἢ ἡμερώτερα. τοῖσι μὲν ἀνδράσι ταῦτα τὰ νοσήματα ἐπιχώριά ἐστι‧ καὶ χωρίς, ἤν τι πάγκοινον κατάσχῃ ἐκ μεταβολῆς τῶν ὡρέων‧ τῇσι δὲ γυναιξί‧ πρῶτον μὲν στερίφαι πολλαὶ γίνονται διὰ τὰ ὕδατα ἐόντα σκληρά τε καὶ ἀτέραμνα καὶ ψυχρά. αἱ γὰρ καθάρσιες οὐκ ἐπιγίνονται τῶν ἐπιμηνίων ἐπιτήδειαι, ἀλλὰ ὀλίγαι καὶ πονηραί. ἔπειτα τίκτουσι χαλεπῶς‧ ἐκτιτρώσκουσι δὲ οὐ σφόδρα. ὁκόταν δὲ τέκωσι, τὰ παιδία ἀδύνατοι τρέφειν εἰσί‧ τὸ γὰρ γάλα ἀποσβέννυται ἀπὸ τῶν ὑδάτων τῆς σκληρότητος καὶ ἀτεραμνίης‧ φθίσιές τε γίνονται συχναὶ ἀπὸ τῶν τοκετῶν. ὑπὸ γὰρ βίης Ῥήγματα ἴσχουσι καὶ σπάσματα. τοῖς δὲ παιδίοισιν ὕδρωπες ἐγγίνονται ἐν τοῖσιν ὄρχεσιν, ἑώς μικρὰ ᾖ‧ ἔπειτα προϊούσης τῆς ἡλικίης ἀφανί ζονται‧ ἡβῶσί τε ὀψὲ ἐν ταύτῃ τῇ πόλει.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기