호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ὅκως δὲ χρὴ ἕκαστα τῶν προειρημένων σκοπεῖν καὶ βασανίζειν, ἐγὼ φράσω σαφέως. χωρὶς δέ, ἤν τι πάγκοινον κατάσχῃ νόσημα ἐκ μεταβολῆς τῶν ὡρέων, καὶ τούτου μετέχουσιν. ἥτις μὲν πόλις πρὸς τὰ πνεύματα κεῖται τὰ θερμά --ταῦτα δ ἐστὶ μεταξὺ τῆς τε χειμερινῆς ἀνατολῆς τοῦ ἡλίου καὶ τῶν δυσμέων τῶν χειμερινῶν --καὶ αὐτῇ ταῦτα τὰ πνεύματά ἐστι σύννομα, τῶν δὲ ἀπὸ τῶν ἄρκτων πνευμάτων σκέπη, ἐν ταύτῃ τῇ πόλει ἐστὶ τά τε ὕδατα πολλὰ καὶ ὕφαλα, καὶ ἀνάγκη εἶναι μετέωρα, τοῦ μὲν θέρεος θερμά, τοῦ δὲ χειμῶνος ψυχρά‧ τούς τε ἀνθρώπους τὰς κεφαλὰς ὑγρὰς ἔχειν καὶ φλεγματώδεας, τάς τε κοιλίας αὐτῶν πυκνὰ ἐκταράσσεσθαι ἀπὸ τῆς κεφαλῆς τοῦ φλέγματος ἐπικαταρρέοντος‧ τά τε εἴδεα ἐπὶ τὸ πλῆθος αὐτῶν ἀτονώτερα εἶναι‧ ἐσθίειν δ οὐκ ἀγαθοὺς εἶναι οὐδὲ πίνειν. ὁκόσοι μὲν γὰρ κεφαλὰς ἀσθενέας ἔχουσιν, οὐκ ἂν εἰήσαν ἀγαθοὶ πίνειν‧ ἡ γὰρ κραιπάλη μᾶλλον πιέζει. νοσήματά τε τάδε ἐπιχώρια εἶναι‧ πρῶτον μὲν τὰς γυναῖκας νοσερὰς καὶ Ῥοώδεας εἶναι‧ ἔπειτα πολλὰς ἀτόκους ὑπὸ νούσου καὶ οὐ φύσει ἐκτιτρώσκεσθαί τε πυκνά‧ τοῖσί τε παιδίοισιν ἐπιπίπτειν σπασμούς τε καὶ ἄσθματα καὶ ἃ νομίζουσι τὸ παιδίον ποιεῖν καὶ ἱερὴν νοῦσον εἶναι‧ τοῖσι δὲ ἀνδράσι δυσεντερίας καὶ διαρροίας καὶ ἠπιάλους καὶ πυρετοὺς πολυχρονίους χειμερινοὺς καὶ ἐπινυκτίδας πολλὰς καὶ αἱμορροΐδας ἐν τῇ ἕδρῃ. πλευρίτιδες δὲ καὶ περιπνευμονίαι καὶ καῦσοι καὶ ὁκόσα ὀξέα νοσήματα νομίζονται εἶναι οὐκ ἐγγίνονται πολλά. οὐ γὰρ οἱό῀ν τε, ὅκου ἂν κοιλίαι ὑγραὶ ἐώσι, τὰς νούσους ταύτας ἰσχύειν. ὀφθαλμίαι τε ἐγγίνονται ὑγραὶ καὶ οὐ χαλεπαί, ὀλιγοχρόνιοι, ἦν μή τι κατάσχῃ νόσημα πάγκοινον ἐκ μεταβολῆς μεγάλης. καὶ ὁκόταν τὰ πεντήκοντα ἔτεα ὑπερβάλωσι, κατάρροοι ἐπιγενόμενοι ἐκ τοῦ ἐγκεφάλου παραπληκτικοὺς ποιέουσι τοὺς ἀνθρώπους, ὁκόταν ἐξαίφνης ἡλιωθέωσι τὴν κεφαλὴν ἢ Ῥιγώσωσι. ταῦτα μὲν τὰ νοσήματα αὐτοῖσιν ἐπιχώριά ἐστι.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기