호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τὸν μὲν ἔπειτ εἰάσε Διὸς ταλακάρδιος υἱός, αὐτὸς δὲ βροτολοιγὸν Ἄρην προσιόντα δοκεύσας, δεινὸν ὁρῶν ὄσσοισι, λέων ὣς σώματι κύρσας, ὅς τε μάλ ἐνδυκέως ῥινὸν κρατεροῖς ὀνύχεσσι σχίσσας ὅττι τάχιστα μελίφρονα θυμὸν ἀπηύρα:? ὃ δ ἐμμαπέως ὑπέδεκτο. ἐμ μένεος δ ἄρα τοῦ γε κελαινὸν πίμπλαται ἦτορ: γλαυκιόων δ ὄσσοις δεινὸν πλευράς τε καὶ ὤμους οὐρῇ μαστιόων ποσσὶν γλάφει, οὐδέ τις αὐτὸν ἔτλη ἐς ἄντα ἰδὼν σχεδὸν ἐλθέμεν οὐδὲ μάχεσθαι: τοῖος ἄρ Ἀμφιτρυωνιάδης, ἀκόρητος ἀυτῆς, ἀντίος ἔστη Ἄρηος, ἐνὶ φρεσὶ θάρσος ἀέξων, ἐσσυμένως: ὃ δέ οἱ σχεδὸν ἤλυθεν ἀχνύμενος κῆρ: ἀμφότεροι δ ἰάχοντες ἐπ ἀλλήλοισιν ὄρουσαν. ὡς δ ὅτ ἀπὸ μεγάλου πέτρη πρηῶνος ὀρούσῃ, μακρὰ δ ἐπιθρῴσκουσα κυλίνδεται, ἣ δέ τε ἠχῇ ἔρχεται ἐμμεμαυῖα, πάγος δέ οἱ ἀντεβόλησεν ὑψηλός: τῷ δὴ συνενείκεται, ἔνθα μιν ἴσχει: τόσσῃ ὃ μὲν ἰαχῇ βρισάρματος οὔλιος Ἄρης κεκληγὼς ἐπόρουσεν:?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기