- 텍스트

Hesiod, Shield of Heracles, Book Sh. 38:

(헤시오도스, 헤라클레스의 방패, Book Sh. 38:)

ἔνθ ἦ τοι Κύκνος μὲν ὑπερμενέος Διὸς υἱὸν κτεινέμεναι μεμαὼς σάκει ἔμβαλε χάλκεον ἔγχος, οὐδ ἔρρηξεν χαλκόν:? ἔρυτο δὲ δῶρα θεοῖο. Ἀμφιτρυωνιάδης δέ, βίη Ἡρακληείη, μεσσηγὺς κόρυθός τε καὶ ἀσπίδος ἔγχεϊ μακρῷ αὐχένα γυμνωθέντα θοῶς ὑπένερθε γενείου ἤλας ἐπικρατέως: ἀπὸ δ ἄμφω κέρσε τένοντε ἀνδροφόνος μελίη: μέγα γὰρ σθένος ἔμπεσε φωτός. ἤριπε δ, ὡς ὅτε τις δρῦς ἤριπεν ἢ ὅτε πεύκη ἠλίβατος, πληγεῖσα Διὸς ψολόεντι κεραυνῷ: ὣς ἔριπ: ἀμφὶ δέ οἱ βράχε τεύχεα ποικίλα χαλκῷ.?

상위

Hesiod (헤시오도스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION