- 텍스트

Hesiod, Shield of Heracles, Book Sh. 36:

(헤시오도스, 헤라클레스의 방패, Book Sh. 36:)

οἱο῀ς δ ἐν βήσσῃς ὄρεος χαλεπὸς προϊδέσθαι κάπρος χαυλιόδων φρονέει θυμῷ μαχέσασθαι ἀνδράσι θηρευτῇς, θήγει δέ τε λευκὸν ὀδόντα δοχμωθείς, ἀφρὸς δὲ περὶ στόμα μαστιχόωντι λείβεται, ὄσσε δέ οἱ πυρὶ λαμπετόωντι ἐίκτον, ὀρθὰς δ ἐν λοφιῇ φρίσσει τρίχας ἀμφί τε δειρήν:? τῷ ἴκελος Διὸς υἱὸς ἀφ ἱππείου θόρε δίφρου. ἦμος δὲ χλοερῷ κυανόπτερος ἠχέτα τέττιξ ὄζῳ ἐφεζόμενος θέρος ἀνθρώποισιν ἀείδειν ἄρχεται, ᾧ τε πόσις καὶ βρῶσις θῆλυς ἐέρση, καί τε πανημέριός τε καὶ ἠώιος χέει αὐδὴν ἴδει ἐν αἰνοτάτῳ, ὅτε τε χρόα Σείριος ἄζει, τῆμος δὴ κέγχροισι πέρι γλῶχες τελέθουσι τούς τε θέρει σπείρουσιν, ὅτ ὄμφακες αἰόλλονται, οἱᾶ Διώνυσος δῶκ ἀνδράσι χάρμα καὶ ἄχθος: τὴν ὡρ´ην μάρναντο, πολὺς δ ὀρυμαγδὸς ὀρώρει.?

상위

Hesiod (헤시오도스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION