호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὣς ἔφατ:? κὰδ δ ἄρ ἀπ οὐρανόθεν ψιάδας βάλεν αἱματοέσσας, σῆμα τιθεὶς πολέμοιο ἑῷ μεγαθαρσέι παιδί. οὐδ ἄρα Κύκνος ἐυμμελίης ἐμενοίνα τῷ ἐπιπειθόμενος ἐχέμεν ἐρυσάρματας ἵππους. δὴ τότ ἀπ εὐπλεκέων δίφρων θόρον αἶψ ἐπὶ γαῖαν παῖς τε Διὸς μεγάλου καὶ Ἐνυαλίοιο ἄνακτος. ἡνίοχοι δ ἔμπλην ἔλασαν καλλίτριχας ἵππους: τῶν δ ὕπο σευομένων κανάχιζε πός εὐρεῖα χθών. ὡς δ ὅτ ἀφ ὑψηλῆς κορυφῆς ὄρεος μεγάλοιο πέτραι ἀποθρῴσκωσιν, ἐπ ἀλλήλῃς δὲ πέσωσι, πολλαὶ δὲ δρῦς ὑψίκομοι, πολλαὶ δὲ τε πεῦκαι αἴγειροί τε τανύρριζοι ῥήγνυνται ὑπ αὐτέων ῥίμφα κυλινδομένων, εἱώς πεδίονδ ἀφίκωνται, ὣς οἳ ἐπ ἀλλήλοισι πέσον μέγα κεκλήγοντες. πᾶσα δὲ Μυρμιδόνων τε πόλις κλειτή τ Ιαὠλκὸς Ἄρνη τ ἠδ Ἑλίκη Ἄνθειά τε ποιήεσσα φωνῇ ὕπ ἀμφοτέρων μεγάλ ἰάχον: οἳ δ ἀλαλητῷ θεσπεσίῳ σύνισαν: μέγα δ ἔκτυπε μητίετα Ζεύς.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기