호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
χαίρετε, Λυγκῆος γενεὴ τηλεκλειτοῖο:? νῦν δὴ Ζεὺς κράτος ὔμμι διδοῖ μακάρεσσιν ἀνάσσων Κύκνον τ ἐξεναρεῖν καὶ ἀπὸ κλυτὰ τεύχεα δῦσαι. ἄλλο δὲ τοί τι ἔπος ἐρέω, μέγα φέρτατε λαῶν: εὖτ ἂν δὴ Κύκνον γλυκερῆς αἰῶνος ἀμέρσῃς, τὸν μὲν ἔπειτ αὐτοῦ λιπέειν καὶ τεύχεα τοῖο, αὐτὸς δὲ βροτολοιγὸν Ἄρην ἐπιόντα δοκεύσας, ἔνθα κε γυμνωθέντα σάκευς ὕπο δαιδαλέοιο ὀφθαλμοῖσιν ἴδῃς, ἔνθ οὐτάμεν ὀξέι χαλκῷ: ἂψ δ ἀναχάσσασθαι: ἐπεὶ οὔ νύ τοι αἴσιμόν ἐστιν οὔθ ἵππους ἑλέειν οὔτε κλυτὰ τεύχεα τοῖο.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기