호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
θαῦμα ἰδεῖν καὶ Ζηνὶ βαρυκτύπῳ, οὗ διὰ βουλὰς Ἥφαιστος ποίησε σάκος μέγα τε στιβαρόν τε, ἀρσάμενος παλάμῃσι.? τὸ μὲν Διὸς ἄλκιμος υἱὸς πάλλεν ἐπικρατέως: ἐπὶ δ ἱππείου θόρε δίφρου, εἴκελος ἀστεροπῇ πατρὸς Διὸς αἰγιόχοιο, κοῦφα βιβάς: τῷ δ ἡνίοχος κρατερὸς Ιὄλαος δίφρου ἐπεμβεβαὼς ἰθύνετο καμπύλον ἁρ´μα. ἀγχίμολον δέ σφ ἦλθε θεὰ γλαυκῶπις Ἀθήνη, καί σφεας θαρσύνουσα ἔπεα πτερόεντα προσηύδα:?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기