호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἄνδρες δ, οἳ πρεσβῆες ἔσαν γῆράς τε μέμαρπεν, ἀθρόοι ἔκτοσθεν πυλέων ἔσαν, ἂν δὲ θεοῖσι χεῖρας ἔχον μακάρεσσι, περὶ σφετέροισι τέκεσσι δειδιότες:? τοὶ δ αὖτε μάχην ἔχον. αἳ δὲ μετ αὐτοὺς Κῆρες κυάνεαι, λευκοὺς ἀραβεῦσαι ὀδόντας, δεινωπαὶ βλοσυραί τε δαφοιναί τ ἄπληταί τε δῆριν ἔχον περὶ πιπτόντων: πᾶσαι δ ἄρ ἱέντο αἷμα μέλαν πιέειν: ὃν δὲ πρῶτον μεμάποιεν κείμενον ἢ πίπτοντα νεούτατον, ἀμφὶ μὲν αὐτῷ βάλλ ὄνυχας μεγάλους, ψυχὴ δ Αἴδόσδε κατῇεν Τάρταρον ἐς κρυόενθ. αἳ δὲ φρένας εὖτ ἀρέσαντο αἵματος ἀνδρομέου, τὸν μὲν ῥίπτασκον ὀπίσσω, ἂψ δ ὅμαδον καὶ μῶλον ἐθύνεον αὖτις ἰοῦσαι. Κλωθὼ καὶ Λάχεσίς σφιν ἐφέστασαν: ἣ μὲν ὑφήσσων Ἀτροπος οὔ τι πέλεν μεγάλη θεός, ἀλλ ἄρα ἥ γε τῶν γε μὲν ἀλλάων προφερής τ ἦν πρεσβυτάτη τε. πᾶσαι δ ἀμφ ἑνὶ φωτὶ μάχην δριμεῖαν ἔθεντο. δεινὰ δ ἐς ἀλλήλας δράκον ὄμμασι θυμήνασαι, ἐν δ ὄνυχας χεῖράς τε θρασείας ἰσώσαντο. πὰρ δ Ἀχλὺς εἱστήκει ἐπισμυγερή τε καὶ αἰνή, χλωρὴ ἀυσταλέη λιμῷ καταπεπτηυῖα, γουνοπαχής, μακροὶ δ ὄνυχες χείρεσσιν ὑπῆσαν. τῆς ἐκ μὲν ῥινῶν μύξαι ῥέον, ἐκ δὲ παρειῶν αἷμ ἀπελείβετ ἔραζ: ἣ δ ἄπλητον σεσαρυῖα εἱστήκει, πολλὴ δὲ κόνις κατενήνοθεν ὤμους, δάκρυσι μυδαλέη. παρὰ δ εὔπυργος πόλις ἀνδρῶν: χρύσειαι δέ μιν εἶχον ὑπερθυρίοις ἀραρυῖαι ἑπτὰ πύλαι: τοὶ δ ἄνδρες ἐν ἀγλαΐῃς τε χοροῖς τε τέρψιν ἔχον: τοὶ μὲν γὰρ ἐυσσώτρου ἐπ ἀπήνης ἤγοντ ἀνδρὶ γυναῖκα, πολὺς δ ὑμέναιος ὀρώρει: τῆλε δ ἀπ αἰθομένων δαΐδων σέλας εἰλύφαζε χερσὶν ἔνι δμῳῶν: ταὶ δ ἀγλαΐῃ τεθαλυῖαι πρόσθ ἔκιον: τῇσιν δὲ χοροὶ παίζοντες ἕποντο. τοὶ μὲν ὑπὸ λιγυρῶν συρίγγων ἱέσαν αὐδὴν ἐξ ἁπαλῶν στομάτων, περὶ δέ σφισιν ἄγνυτο ἠχώ.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기