- 텍스트

Hesiod, Shield of Heracles, Book Sh. 24:

(헤시오도스, 헤라클레스의 방패, Book Sh. 24:)

ἐν δ ἦν ἠυκόμου Δανάης τέκος, ἱππότα Περσεύς, οὔτ ἄρ ἐπιψαύων σάκεος ποσὶν οὔθ ἑκὰς αὐτοῦ, θαῦμα μέγα φράσσασθ, ἐπεὶ οὐδαμῇ ἐστήρικτο.? τὼς γάρ μιν παλάμαις τεῦξεν κλυτὸς Ἀμφιγυήεις χρύσεον: ἀμφὶ δὲ ποσσὶν ἔχεν πτερόεντα πέδιλα. ὤμοισιν δέ μιν ἀμφὶ μελάνδετον ἀο῀ρ ἔκειτο χαλκέου ἐκ τελαμῶνος: ὃ δ ὥς τε νόημ ἐποτᾶτο: πᾶν δὲ μετάφρενον εἶχε κάρη δεινοῖο πελώρου, Γοργοῦς: ἀμφὶ δέ μιν κίβισις θέε, θαῦμα ἰδέσθαι, ἀργυρέη: θύσανοι δὲ κατῃωρεῦντο φαεινοὶ χρύσειοι: δεινὴ δὲ περὶ κροτάφοισιν ἄνακτος κεῖτ Αἴδος κυνέη νυκτὸς ζόφον αἰνὸν ἔχουσα. αὐτὸς δὲ σπεύδοντι καὶ ἐρρίγοντι ἐοικὼς Περσεὺς Δαναΐδης ἐτιταίνετο. ταὶ δὲ μετ αὐτὸν Γοργόνες ἄπλητοί τε καὶ οὐ φαταὶ ἐρρώοντο ἱέμεναι μαπέειν. ἐπὶ δὲ χλωροῦ ἀδάμαντος βαινουσέων ἰάχεσκε σάκος μεγάλῳ ὀρυμαγδῷ ὀξέα καὶ λιγέως: ἐπὶ δὲ ζώνῃσι δράκοντε δοιὼ ἀπῃωρεῦντ ἐπικυρτώοντε κάρηνα. λίχμαζον δ ἄρα τώ γε: μένει δ ἐχάρασσον ὀδόντας ἄγρια δερκομένω. ἐπὶ δὲ δεινοῖσι καρήνοις Γοργείοις ἐδονεῖτο μέγας Φόβος. οἳ δ ὑπὲρ αὐτέων ἄνδρες ἐμαρνάσθην πολεμήια τεύχε ἔχοντες, τοὶ μὲν ὑπὲρ σφετέρης πόλιος σφετέρων τε τοκήων λοιγὸν ἀμύνοντες, τοὶ δὲ πραθέειν μεμαῶτες. πολλοὶ μὲν κέατο, πλέονες δ ἔτι δῆριν ἔχοντες μάρνανθ: αἱ δὲ γυναῖκες ἐυδμήτων ἐπὶ πύργων χαλκέων ὀξὺ βόων, κατὰ δ ἐδρύπτοντο παρειάς, ζωῇσιν ἴκελαι, ἔργα κλυτοῦ Ἡφαίστοιο.?

상위

Hesiod (헤시오도스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION