호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐν δὲ λιμὴν ἐύορμος ἀμαιμακέτοιο θαλάσσης κυκλοτερὴς ἐτέτυκτο πανέφθου κασσιτέροιο κλυζομένῳ ἴκελος:? πολλοί γε μὲν ἂμ μέσον αὐτοῦ δελφῖνες τῇ καὶ τῇ ἐθύνεον ἰχθυάοντες νηχομένοις ἴκελοι: δοιὼ δ ἀναφυσιόωντες ἀργύρεοι δελφῖνες ἐθοινῶντ ἔλλοπας ἰχθῦς. τῶν δ ὕπο χάλκειοι τρέον ἰχθύες: αὐτὰρ ἐπ ἀκταῖς ἧστο ἀνὴρ ἁλιεὺς δεδοκημένος: εἶχε δὲ χερσὶν ἰχθύσιν ἀμφίβληστρον ἀπορρίψοντι ἐοικώς.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기