- 텍스트

Hesiod, Shield of Heracles, Book Sh. 18:

(헤시오도스, 헤라클레스의 방패, Book Sh. 18:)

ἐν δ ἦν ὑσμίνη Λαπιθάων αἰχμητάων Καινέα τ ἀμφὶ ἄνακτα Δρύαντά τε Πειρίθοόν τε Ὁπλέα τ Ἐξάδιόν τε Φάληρόν τε Πρόλοχόν τε Μόψον τ Ἀμπυκίδην, Τιταρήσιον, ὄζον Ἄρηος, Θησέα τ Αἰγεΐδην, ἐπιείκελον ἀθανάτοισιν:? ἀργύρεοι, χρύσεια περὶ χροῒ τεύχε ἔχοντες. Κένταυροι δ ἑτέρωθεν ἐναντίοι ἠγερέθοντο ἀμφὶ μέγαν Πετραῖον ἰδ Ἄσβολον οἰωνιστὴν Ἄρκτον τ Οὔρειόν τε μελαγχαίτην τε Μίμαντα καὶ δύο Πευκεΐδας, Περιμήδεά τε Δρύαλόν τε, ἀργύρεοι, χρυσέας ἐλάτας ἐν χερσὶν ἔχοντες. καί τε συναΐγδην ὡς εἰ ζωοί περ ἐόντες ἔγχεσιν ἠδ ἐλάτῃς αὐτοσχεδὸν ὠριγνῶντο.?

상위

Hesiod (헤시오도스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION