호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
χερσί γε μὴν σάκος εἷλε παναίολον, οὐδέ τις αὐτὸ οὔτ ἔρρηξε βαλὼν οὔτ ἔθλασε, θαῦμα ἰδέσθαι.? πᾶν μὲν γὰρ κύκλῳ τιτάνῳ λευκῷ τ ἐλέφαντι ἠλέκτρῳ θ ὑπολαμπὲς ἐήν χρυσῷ τε φαεινῷ λαμπόμενον, κυάνου δὲ διὰ πτύχες ἠλήλαντο. ἐν μέσσῳ δ ἀδάμαντος ἐήν Φόβος οὔ τι φατειός, ἔμπαλιν ὄσσοισιν πυρὶ λαμπομένοισι δεδορκώς: τοῦ καὶ ὀδόντων μὲν πλῆτο στόμα λευκὰ θεόντων, δεινῶν ἀπλήτων, ἐπὶ δὲ βλοσυροῖο μετώπου δεινὴ Ἔρις πεπότητο κορύσσουσα κλόνον ἀνδρῶν, σχετλίη, ἥ ῥα νόον τε καὶ ἐκ φρένας εἵλετο φωτῶν. οἵτινες ἀντιβίην πόλεμον Διὸς υἱῖ φέροιεν. τῶν καὶ ψυχαὶ μὲν χθόνα δύμεναι Αἴδος εἴσω κάκκιον, ὀστέα δέ σφι περὶ ῥινοῖο σαπείσης Σειρίου ἀζαλέοιο μελαίνῃ πύθεται αἰῄ.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기