호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὣς εἰπὼν κνημῖδας ὀρειχάλκοιο φαεινοῦ, Ἡφαίστου κλυτὰ δῶρα, περὶ κνήμῃσιν ἔθηκεν:? δεύτερον αὖ θώρηκα περὶ στήθεσσιν ἔδυνε καλὸν χρύσειον πολυδαίδαλον, ὅν οἱ ἔδωκε Παλλὰς Ἀθηναίη, κούρη Διός, ὁππότ ἔμελλε τὸ πρῶτον στονόεντας ἐφορμήσεσθαι ἀέθλους. θήκατο δ ἀμφ ὤμοισιν ἀρῆς ἀλκτῆρα σίδηρον δεινὸς ἀνήρ: κοΐλην δὲ περὶ στήθεσσι φαρέτρην καββάλετ ἐξόπιθεν: πολλοὶ δ ἔντοσθεν ὀιστοὶ ῥιγηλοί, θανάτοιο λαθιφθόγγοιο δοτῆρες. πρόσθεν μὲν θάνατόν τ εἶχον καὶ δάκρυσι μῦρον, μέσσοι δὲ ξεστοί, περιμήκεες, αὐτὰρ ὄπισθε μόρφνοιο φλεγύαο καλυπτόμενοι πτερύγεσσιν. εἵλετο δ ὄβριμον ἔγχος, ἀκαχμένον αἴθοπι χαλκῷ, κρατὶ δ ἔπ ἰφθίμῳ κυνέην ἐύτυκτον ἔθηκε, δαιδαλέην ἀδάμαντος, ἐπὶ κροτάφοις ἀραρυῖαν, ἥτ εἴρυτο κάρη Ἡρακλῆος θείοιο.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기