- 텍스트

Hesiod, Shield of Heracles, Book Sh. 8:

(헤시오도스, 헤라클레스의 방패, Book Sh. 8:)

τὸν δ αὖτε προσέειπεν ἀμώμητος Ιὄλαος:? ἠθεῖ, ἦ μάλα δή τι πατὴρ ἀνδρῶν τε θεῶν τε τιμᾷ σὴν κεφαλὴν καὶ ταύρεος Ἐννοσίγαιος, ὃς Θήβης κρήδεμνον ἔχει ῥύεταί τε πόληα: οἰο῀ν δὴ καὶ τόνδε βροτὸν κρατερόν τε μέγαν τε σὰς ἐς χεῖρας ἄγουσιν, ἵνα κλέος ἐσθλὸν ἄρηαι. ἀλλ ἄγε δύσεο τεύχε ἀρήια, ὄφρα τάχιστα δίφρους ἐμπελάσαντες Ἄρηός θ ἡμέτερόν τε μαρνώμεσθ, ἐπεὶ οὔ τοι ἀτάρβητον Διὸς υἱὸν οὐδ Ἰφικλεΐδην δειδίξεται, ἀλλά μιν οἰώ φεύξεσθαι δύο παῖδας ἀμύμονος Ἀλκεΐδαο, οἳ δή σφι σχεδόν εἰσι, λιλαιόμενοι πολέμοιο φυλόπιδα στῆσαι, τά σφιν πολὺ φίλτερα θοίνης.?

상위

Hesiod (헤시오도스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION