- 텍스트

Hesiod, Shield of Heracles, Book Sh. 6:

(헤시오도스, 헤라클레스의 방패, Book Sh. 6:)

ἡρ´ως ὦ Ιὄλαε, βροτῶν πολὺ φίλτατε πάντων, ἦ τε μέγ ἀθανάτους μάκαρας, τοὶ Ὄλυμπον ἔχουσιν, ἤλιτεν Ἀμφιτρύων, ὅτ ἐυστέφανον ποτὶ Θήβην ἦλθε λιπὼν Τίρυνθα, ἐυκτίμενον πτολίεθρον, κτείνας Ἠλεκτρύωνα βοῶν ἕνεκ εὐρυμετώπων:? ἵκετο δ ἐς Κρείοντα καὶ Ἠνιόχην τανύπεπλον, οἵ ῥά μιν ἠσπάζοντο καὶ ἄρμενα πάντα παρεῖχον, ἣ δίκη ἔσθ ἱκέτῃσι, τίον δέ ἑ κηρόθι μᾶλλον. ζῶε δ ἀγαλλόμενος σὺν ἐυσφύρῳ Ἠλεκτρυώνῃ, ᾗ ἀλόχῳ: τάχα δ ἄμμες ἐπιπλομένων ἐνιαυτῶν γεινόμεθ οὔτε φυὴν ἐναλίγκιοι οὔτε νόημα, σός τε πατὴρ καὶ ἐγώ: τοῦ μὲν φρένας ἐξέλετο Ζεύς, ὃς προλιπὼν σφέτερον τε δόμον σφετέρους τε τοκῆας ᾤχετο, τιμήσων ἀλιτήμενον Εὐρυσθῆα, σχέτλιος: ἦ που πολλὰ μετεστεναχίζετ ὀπίσσω ἣν ἄτην ὀχέων: ἣ δ οὐ παλινάγρετός ἐστιν. αὐτὰρ ἐμοὶ δαίμων χαλεποὺς ἐπετέλλετ ἀέθλους.?

상위

Hesiod (헤시오도스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION