- 텍스트

Hesiod, Shield of Heracles, Book Sh. 4:

(헤시오도스, 헤라클레스의 방패, Book Sh. 4:)

ὃς καὶ Κύκνον ἔπεφνεν, Ἀρητιάδην μεγάθυμον.? εὑρ῀ε γὰρ ἐν τεμένει ἑκατηβόλου Ἀπόλλωνος αὐτὸν καὶ πατέρα ὅν Ἄρην, ἀάτον πολέμοιο, τεύχεσι λαμπομένους σέλας ὣς πυρὸς αἰθομένοιο, ἑσταότ ἐν δίφρῳ: χθόνα δ ἔκτυπον ὠκέες ἵπποι νύσσοντες χηλῇσι, κόνις δέ σφ ἀμφιδεδήει κοπτομένη πλεκτοῖσιν ὑφ ἁρ´μασι καὶ ποσὶν ἵππων. ἁρ´ματα δ εὐποίητα καὶ ἄντυγες ἀμφαράβιζον ἵππων ἱεμένων: κεχάρητο δὲ Κύκνος ἀμύμων, ἐλπόμενος Διὸς υἱὸν ἀρήιον ἡνίοχόν τε χαλκῷ δηιώσειν καὶ ἀπὸ κλυτὰ τεύχεα δύσειν. ἀλλά οἱ εὐχωλέων οὐκ ἔκλυε Φοῖβος Ἀπόλλων: αὐτὸς γάρ οἱ ἐπῶρσε βίην Ἡρακληείην. πᾶν δ ἄλσος καὶ βωμὸς Ἀπόλλωνος Παγασαίου λάμπεν ὑπὸ δεινοῖο θεοῦ τευχέων τε καὶ αὐτοῦ: πῦρ δ ὣς ὀφθαλμῶν ἀπελάμπετο. τίς κεν ἐκείνου ἔτλη θνητὸς ἐὼν κατεναντίον ὁρμηθῆναι πλήν γ Ἡρακλῆος καὶ κυδαλίμου Ιὀλάου· κείνων γὰρ μεγάλη τε βίη καὶ χεῖρες ἀάπτοι ἐξ ὤμων ἐπέφυκον ἐπὶ στιβαροῖσι μέλεσσιν. ὅς ῥα τόθ ἡνίοχον προσέφη κρατερὸν Ιὄλαον:?

상위

Hesiod (헤시오도스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION