- 텍스트

Hesiod, Shield of Heracles, Book Sh. 3:

(헤시오도스, 헤라클레스의 방패, Book Sh. 3:)

οὐδ ὅ γ ἐπὶ δμῶας καὶ ποιμένας ἀγροιώτας ὦρτ ἰέναι, πρίν γ ἧς ἀλόχου ἐπιβήμεναι εὐνῆς:? τοῖος γὰρ κραδίην πόθος αἴνυτο ποιμένα λαῶν. ὡς δ ὅτ ἀνὴρ ἀσπαστὸν ὑπεκπροφύγῃ κακότητα νούσου ὕπ ἀργαλέης ἢ καὶ κρατεροῦ ὑπὸ δεσμοῦ, ὥς ῥα τότ Ἀμφιτρύων χαλεπὸν πόνον ἐκτολυπεύσας ἀσπασίως τε φίλως τε ἑὸν δόμον εἰσαφίκανεν. παννύχιος δ ἄρ ἔλεκτο σὺν αἰδοίῃ παρακοίτι τερπόμενος δώροισι πολυχρύσου Ἀφροδίτης. ἣ δὲ θεῷ δμηθεῖσα καὶ ἀνέρι πολλὸν ἀρίστῳ Θήβῃ ἐν ἑπταπύλῳ διδυμάονε γείνατο παῖδε, οὐ καθ ὁμὰ φρονέοντε: κασιγνήτω γε μὲν ἤστην: τὸν μὲν χειρότερον, τὸν δ αὖ μέγ ἀμείνονα φῶτα, δεινόν τε κρατερόν τε, βίην Ἡρακληείην: τὸν μὲν ὑποδμηθεῖσα κελαινεφέι Κρονίωνι, τὸν δ ἄρα Ἰφικλῆα δορυσσόῳ Ἀμφιτρύωνι, κεκριμένην γενεήν: τὸν μὲν βροτῷ ἀνδρὶ μιγεῖσα, τὸν δὲ Διὶ Κρονίωνι, θεῶν σημάντορι πάντων.?

상위

Hesiod (헤시오도스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION