- 텍스트

Hesiod, Shield of Heracles, Book Sh. 2:

(헤시오도스, 헤라클레스의 방패, Book Sh. 2:)

ἢ οἱή προλιποῦσα δόμους καὶ πατρίδα γαῖαν ἤλυθεν ἐς Θήβας μετ ἀρήιον Ἀμφιτρύωνα Ἀλκμήνη, θυγάτηρ λαοσσόου Ἠλεκτρύωνος:? ἥ ῥα γυναικῶν φῦλον ἐκαίνυτο θηλυτεράων εἴδεΐ τε μεγέθει τε: νόον γε μὲν οὔ τις ἔριζε τάων, ἃς θνηταὶ θνητοῖς τέκον εὐνηθεῖσαι. τῆς καὶ ἀπὸ κρῆθεν βλεφάρων τ ἄπο κυανεάων τοῖον ἀήθ οἰό῀ν τε πολυχρύσου Ἀφροδίτης. ἣ δὲ καὶ ὣς κατὰ θυμὸν ἑὸν τίεσκεν ἀκοίτην, ὡς οὔ πώ τις ἔτισε γυναικῶν θηλυτεράων: ἦ μέν οἱ πατέρ ἐσθλὸν ἀπέκτανε ἶφι δαμάσσας, χωσάμενος περὶ βουσί: λιπὼν δ ὅ γε πατρίδα γαῖαν ἐς Θήβας ἱκέτευσε φερεσσακέας Καδμείους. ἔνθ ὅ γε δώματ ἔναιε σὺν αἰδοίῃ παρακοίτι νόσφιν ἄτερ φιλότητος ἐφιμέρου, οὐδέ οἱ ἠε῀ν πρὶν λεχέων ἐπιβῆναι ἐυσφύρου Ἠλεκτρυώνης, πρίν γε φόνον τίσαιτο κασιγνήτων μεγαθύμων ἧς ἀλόχου, μαλερῷ δὲ καταφλέξαι πυρὶ κώμας ἀνδρῶν ἡρώων Ταφίων ἰδὲ Τηλεβοάων. τὼς γάρ οἱ διέκειτο, θεοὶ δ ἐπὶ μάρτυροι ἦσαν: τῶν ὅ γ ὀπίζετο μῆνιν, ἐπείγετο δ ὅττι τάχιστα ἐκτελέσαι μέγα ἔργον, ὅ οἱ Διόθεν θέμις ἠε῀ν. τῷ δ ἅμα ἱέμενοι πολέμοιό τε φυλόπιδός τε Βοιωτοὶ πλήξιπποι, ὑπὲρ σακέων πνείοντες, Λοκροί τ ἀγχέμαχοι καὶ Φωκῆες μεγάθυμοι ἕσποντ: ἦρχε δὲ τοῖσιν ἐὺς πάις Ἀλκαίοιο κυδιόων λαοῖσι. πατὴρ δ ἀνδρῶν τε θεῶν τε ἄλλην μῆτιν ὕφαινε μετὰ φρεσίν, ὥς ῥα θεοῖσιν ἀνδράσι τ ἀλφηστῇσιν ἀρῆς ἀλκτῆρα φυτεύσαι. ὦρτο δ ἀπ Οὐλύμποιο δόλον φρεσὶ βυσσοδομεύων, ἱμείρων φιλότητος ἐυζώνοιο γυναικός, ἐννύχιος: τάχα δ ἷξε Τυφαόνιον: τόθεν αὖτις Φίκιον ἀκρότατον προσεβήσατο μητίετα Ζεύς. ἔνθα καθεζόμενος φρεσὶ μήδετο θέσκελα ἔργα: αὐτῇ μὲν γὰρ νυκτὶ τανυσφύρου Ἠλεκτρυώνης εὐνῇ καὶ φιλότητι μίγη, τέλεσεν δ ἄρ ἐέλδωρ: αὐτῇ δ Ἀμφιτρύων λαοσσόος, ἀγλαὸς ἡρ´ως, ἐκτελέσας μέγα ἔργον ἀφίκετο ὅνδε δόμονδε.?

상위

Hesiod (헤시오도스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION