- 텍스트

Euripides, The Trojan Women, episode, anapests

(에우리피데스, The Trojan Women, episode, anapests)

ἰὼ ἰώ:? μελέα μήτηρ, ἣ τὰς μεγάλας ἐλπίδας ἐν σοὶ κατέκναψε βίου. μέγα δ ὀλβισθεὶς ὡς ἐκ πατέρων ἀγαθῶν ἐγένου, δεινῷ θανάτῳ διόλωλας. ἐά ἐά: τίνας Ἰλιάσιν ταῖσδ ἐν κορυφαῖς λεύσσω φλογέας δαλοῖσι χέρας διερέσσοντας· μέλλει Τροίᾳ καινόν τι κακὸν προσέσεσθαι. αὐδῶ λοχαγοῖς, οἳ τέταχθ ἐμπιμπράναι Πριάμου τόδ ἄστυ, μηκέτ ἀργοῦσαν φλόγα ἐν χειρὶ σῴζειν, ἀλλὰ πῦρ ἐνιέναι, ὡς ἂν κατασκάψαντες Ἰλίου πόλιν στελλώμεθ οἴκαδ ἄσμενοι Τροίας ἄπο. ὑμεῖς δ, ἵν αὑτὸς λόγος ἔχῃ μορφὰς δύο, χωρεῖτε, Τρώων παῖδες, ὀρθίαν ὅταν σάλπιγγος ἠχὼ δῶσιν ἀρχηγοὶ στρατοῦ, πρὸς ναῦς Ἀχαιῶν, ὡς ἀποστέλλησθε γῆς. σύ τ, ὦ γεραιὰ δυστυχεστάτη γύναι, ἕπου. μεθήκουσίν ς Ὀδυσσέως πάρα οἵδ, ᾧ σε δούλην κλῆρος ἐκπέμπει πάτρας. οἲ γὼ τάλαινα: τοῦτο δὴ τὸ λοίσθιον καὶ τέρμα πάντων τῶν ἐμῶν ἤδη κακῶν: ἔξειμι πατρίδος, πόλις ὑφάπτεται πυρί. ἀλλ, ὦ γεραιὲ πούς, ἐπίσπευσον μόλις, ὡς ἀσπάσωμαι τὴν ταλαίπωρον πόλιν. ὦ μεγάλα δή ποτ ἀμπνέους ἐν βαρβάροις Τροία, τὸ κλεινὸν ὄνομ ἀφαιρήσῃ τάχα. πιμπρᾶσί ς, ἡμᾶς δ ἐξάγους ἤδη χθονὸς δούλας: ἰὼ θεοί. καὶ τί τοὺς θεοὺς καλῶ· καὶ πρὶν γὰρ οὐκ ἤκουσαν ἀνακαλούμενοι. φέρ ἐς πυρὰν δράμωμεν: ὡς κάλλιστά μοι σὺν τῇδε πατρίδι κατθανεῖν πυρουμένῃ. ἐνθουσιᾷς, δύστηνε, τοῖς σαυτῆς κακοῖς. ἀλλ ἄγετε, μὴ φείδεσθ: Ὀδυσσέως δὲ χρὴ ἐς χεῖρα δοῦναι τήνδε καὶ πέμπειν γέρας.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION