호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἰὼ ἰώ, καίν ἐκ καινῶν μεταβάλλουσαι χθονὶ συντυχίαι.? λεύσσετε Τρώων τόνδ Ἀστυάνακτ ἄλοχοι μέλεαι νεκρόν, ὃν πύργων δίσκημα πικρὸν Δαναοὶ κτείναντες ἔχουσιν. Ἑκάβη, νεὼς μὲν πίτυλος εἷς λελειμμένος λάφυρα τἀπίλοιπ Ἀχιλλείου τόκου μέλλει πρὸς ἀκτὰς ναυστολεῖν Φθιώτιδας: αὐτὸς δ ἀνῆκται Νεοπτόλεμος, καινάς τινας Πηλέως ἀκούσας συμφοράς, ὥς νιν χθονὸς Ἄκαστος ἐκβέβληκεν, ὁ Πελίου γόνος. οὗ θᾶσσον οὕνεκ, ἢ χάριν μονῆς ἔχων, φροῦδος, μετ αὐτοῦ δ Ἀνδρομάχη, πολλῶν ἐμοὶ δακρύων ἀγωγός, ἡνίκ ἐξώρμα χθονός, πάτραν τ ἀναστένουσα καὶ τὸν Ἕκτορος τύμβον προσεννέπουσα. καί σφ ᾐτήσατο θάψαι νεκρὸν τόνδ, ὃς πεσὼν ἐκ τειχέων ψυχὴν ἀφῆκεν Ἕκτορος τοῦ σοῦ γόνος: φόβον τ Ἀχαιῶν, χαλκόνωτον ἀσπίδα τήνδ, ἣν πατὴρ τοῦδ ἀμφὶ πλεύρ ἐβάλλετο, μή νυν πορεῦσαι Πηλέως ἐφ ἑστίαν, μηδ ἐς τὸν αὐτὸν θάλαμον, οὗ νυμφεύσεται μήτηρ νεκροῦ τοῦδ Ἀνδρομάχη, λύπας ὁρᾶν, ἀλλ ἀντὶ κέδρου περιβόλων τε λαΐνων ἐν τῇδε θάψαι παῖδα: σὰς δ ἐς ὠλένας δοῦναι, πέπλοισιν ὡς περιστείλῃς νεκρὸν στεφάνοις θ, ὅση σοι δύναμις, ὡς ἔχει τὰ σά: ἐπεὶ βέβηκε, καὶ τὸ δεσπότου τάχος ἀφείλετ αὐτὴν παῖδα μὴ δοῦναι τάφῳ. ἡμεῖς μὲν οὖν, ὅταν σὺ κοσμήσῃς νέκυν, γῆν τῷδ ἐπαμπισχόντες ἀροῦμεν δόρυ: σὺ δ ὡς τάχιστα πρᾶσσε τἀπεσταλμένα. ἑνὸς μὲν οὖν μόχθου ς ἀπαλλάξας ἔχω: Σκαμανδρίους γὰρ τάσδε διαπερῶν ῥοὰς ἔλουσα νεκρὸν κἀπένιψα τραύματα. ἀλλ εἶμ ὀρυκτὸν τῷδ ἀναρρήξων τάφον, ὡς σύντομ ἡμῖν τἀπ ἐμοῦ τε κἀπὸ σοῦ ἐς ἓν ξυνελθόντ οἴκαδ ὁρμήσῃ πλάτην. θέσθ ἀμφίτορνον ἀσπίδ Ἕκτορος πέδῳ, λυπρὸν θέαμα κοὐ φίλον λεύσσειν ἐμοί.
ὦ μείζον ὄγκον δορὸς ἔχοντες ἢ φρενῶν, τί τόνδ, Ἀχαιοί, παῖδα δείσαντες φόνον καινὸν διειργάσασθε· μὴ Τροίαν ποτὲ πεσοῦσαν ὀρθώσειεν· οὐδὲν ἦτ ἄρα, ὅθ Ἕκτορος μὲν εὐτυχοῦντος ἐς δόρυ διωλλύμεσθα μυρίας τ ἄλλης χερός, πόλεως δ ἁλούσης καὶ Φρυγῶν ἐφθαρμένων βρέφος τοσόνδ ἐδείσατ: οὐκ αἰνῶ φόβον, ὅστις φοβεῖται μὴ διεξελθὼν λόγῳ. ὦ φίλταθ, ὥς σοι θάνατος ἦλθε δυστυχής.
εἰ μὲν γὰρ ἔθανες πρὸ πόλεως, ἥβης τυχὼν γάμων τε καὶ τῆς ἰσοθέου τυραννίδος, μακάριος ἦσθ ἄν, εἴ τι τῶνδε μακάριον: νῦν δ αὔτ ἰδὼν μὲν γνούς τε σῇ ψυχῇ, τέκνον, οὐκ οἶσθ, ἐχρήσω δ οὐδὲν ἐν δόμοις ἔχων. δύστηνε, κρατὸς ὥς ς ἔκειρεν ἀθλίως τείχη πατρῷα, Λοξίου πυργώματα, ὃν πόλλ ἐκήπευς ἡ τεκοῦσα βόστρυχον φιλήμασίν τ ἔδωκεν, ἔνθεν ἐκγελᾷ ὀστέων ῥαγέντων φόνος, ἵν αἰσχρὰ μὴ λέγω. ὦ χεῖρες, ὡς εἰκοὺς μὲν ἡδείας πατρὸς κέκτησθ, ἐν ἄρθροις δ ἔκλυτοι πρόκεισθέ μοι. ὦ πολλὰ κόμπους ἐκβαλὸν φίλον στόμα, ὄλωλας, ἐψεύσω μ, ὅτ ἐσπίπτων πέπλους, Ὦ μῆτερ, ηὔδας, ἦ πολύν σοι βοστρύχων πλόκαμον κεροῦμαι, πρὸς τάφον θ ὁμηλίκων κώμους ἀπάξω, φίλα διδοὺς προσφθέγματα. σὺ δ οὐκ ἔμ, ἀλλ ἐγὼ σὲ τὸν νεώτερον, γραῦς ἄπολις ἄτεκνος, ἄθλιον θάπτω νεκρόν. οἴμοι, τὰ πόλλ ἀσπάσμαθ αἵ τ ἐμαὶ τροφαὶ ὕπνοι τ ἐκεῖνοι φροῦδά μοι. τί καί ποτε γράψειεν ἄν σε μουσοποιὸς ἐν τάφῳ· Τὸν παῖδα τόνδ ἔκτειναν Ἀργεῖοί ποτε δείσαντες· - αἰσχρὸν τοὐπίγραμμά γ Ἑλλάδι. ἀλλ οὖν πατρῴων οὐ λαχὼν ἕξεις ὅμως ἐν ᾗ ταφήσῃ χαλκόνωτον ἰτέαν. ὦ καλλίπηχυν Ἕκτορος βραχίονα σῴζους, ἄριστον φύλακ ἀπώλεσας σέθεν. ὡς ἡδὺς ἐν πόρπακι σῷ κεῖται τύπος ἴτυός τ ἐν εὐτόρνοισι περιδρόμοις ἱδρώς, ὃν ἐκ μετώπου πολλάκις πόνους ἔχων ἔσταζεν Ἕκτωρ προστιθεὶς γενειάδι. φέρετε, κομίζετ ἀθλίῳ κόσμον νεκρῷ ἐκ τῶν παρόντων: οὐ γὰρ ἐς κάλλος τύχας δαίμων δίδωσιν: ὧν δ ἔχω, λήψῃ τάδε. θνητῶν δὲ μῶρος ὅστις εὖ πράσσειν δοκῶν βέβαια χαίρει: τοῖς τρόποις γὰρ αἱ τύχαι, ἔμπληκτος ὡς ἄνθρωπος, ἄλλοτ ἄλλοσε πηδῶσι, κοὐδεὶς αὐτὸς εὐτυχεῖ ποτε. καὶ μὴν πρόχειρον αἵδε σοι σκυλευμάτων Φρυγίων φέρουσι κόσμον ἐξάπτειν νεκρῷ. ὦ τέκνον, οὐχ ἵπποισι νικήσαντά σε οὐδ ἥλικας τόξοισιν, οὓς Φρύγες νόμους τιμῶσιν, οὐκ ἐς πλησμονὰς θηρωμένη, μήτηρ πατρός σοι προστίθης ἀγάλματα τῶν σῶν ποτ ὄντων: νῦν δέ ς ἡ θεοστυγὴς ἀφείλεθ Ἑλένη, πρὸς δὲ καὶ ψυχὴν σέθεν ἔκτεινε καὶ πάντ οἶκον ἐξαπώλεσεν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기