호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Μενέλαε, προγόνων τ ἀξίως δόμων τε σῶν τεῖσαι δάμαρτα κἀφελοῦ, πρὸς Ἑλλάδος, ψόγον τὸ θῆλύ τ, εὐγενὴς ἐχθροῖς φανείς.? ἐμοὶ σὺ συμπέπτωκας ἐς ταὐτὸν λόγου, ἑκουσίως τήνδ ἐκ δόμων ἐλθεῖν ἐμῶν ξένας ἐς εὐνάς: χἡ Κύπρις κόμπου χάριν λόγοις ἐνεῖται. - βαῖνε λευστήρων πέλας πόνους τ Ἀχαιῶν ἀπόδος ἐν μικρῷ μακροὺς θανοῦς, ἵν εἰδῇς μὴ καταισχύνειν ἐμέ. μή, πρός σε γονάτων, τὴν νόσον τὴν τῶν θεῶν προσθεὶς ἐμοὶ κτάνῃς με, συγγίγνωσκε δέ. μηδ οὓς ἀπέκτειν ἥδε συμμάχους προδῷς: ἐγὼ πρὸ κείνων καὶ τέκνων σε λίσσομαι. παῦσαι, γεραιά: τῆσδε δ οὐκ ἐφρόντισα. λέγω δὲ προσπόλοισι πρὸς πρύμνας νεῶν τήνδ ἐκκομίζειν, ἔνθα ναυστολήσεται. μή νυν νεὼς σοὶ ταὐτὸν ἐσβήτω σκάφος. τί δ ἔστι· μεῖζον βρῖθος ἢ πάροιθ ἔχει· οὐκ ἔστ ἐραστὴς ὅστις οὐκ ἀεὶ φιλεῖ. ὅπως ἂν ἐκβῇ τῶν ἐρωμένων ὁ νοῦς. ἔσται δ ἃ βούλῃ: ναῦν γὰρ οὐκ ἐσβήσεται ἐς ἥνπερ ἡμεῖς: καὶ γὰρ οὐ κακῶς λέγεις: ἐλθοῦσα δ Ἄργος ὥσπερ ἀξία κακῶς κακὴ θανεῖται καὶ γυναιξὶ σωφρονεῖν πάσαισι θήσει. ῥᾴδιον μὲν οὐ τόδε: ὅμως δ ὁ τῆσδ ὄλεθρος ἐς φόβον βαλεῖ τὸ μῶρον αὐτῶν, κἂν ἔτ ὦς ἐχθίονες.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기