- 텍스트

Euripides, The Trojan Women, episode 3:

(에우리피데스, The Trojan Women, episode 3:)

ἦν οὑμὸς υἱὸς κάλλος ἐκπρεπέστατος, ὁ σὸς δ ἰδών νιν νοῦς ἐποιήθη Κύπρις:? τὰ μῶρα γὰρ πάντ ἐστὶν Ἀφροδίτη βροτοῖς, καὶ τοὔνομ ὀρθῶς ἀφροσύνης ἄρχει θεᾶς. ὃν εἰσιδοῦσα βαρβάροις ἐσθήμασι χρυσῷ τε λαμπρὸν ἐξεμαργώθης φρένας. ἐν μὲν γὰρ Ἄργει μίκρ ἔχους ἀνεστρέφου, Σπάρτης δ ἀπαλλαχθεῖσα τὴν Φρυγῶν πόλιν χρυσῷ ῥέουσαν ἤλπισας κατακλύσειν δαπάναισιν: οὐδ ἦν ἱκανά σοι τὰ Μενέλεω μέλαθρα ταῖς σαῖς ἐγκαθυβρίζειν τρυφαῖς. εἰε῟ν: βίᾳ γὰρ παῖδα φῄς <ς> ἄγειν ἐμόν: τίς Σπαρτιατῶν ᾔσθετ· ἢ ποίαν βοὴν ἀνωλόλυξας - Κάστορος νεανίου τοῦ συζύγου τ ἔτ ὄντος, οὐ κατ ἄστρα πω· ἐπεὶ δὲ Τροίαν ἦλθες Ἀργεῖοί τέ σου κατ ἴχνος, ἦν δὲ δοριπετὴς ἀγωνία, εἰ μὲν τὰ τοῦδε κρείσσον ἀγγέλλοιτό σοι, Μενέλαον ᾔνεις, παῖς ὅπως λυποῖτ ἐμὸς ἔχων ἔρωτος ἀνταγωνιστὴν μέγαν: εἰ δ εὐτυχοῖεν Τρῶες, οὐδὲν ἦν ὅδε. ἐς τὴν τύχην δ ὁρῶσα τοῦτ ἤσκεις, ὅπως ἕποι ἅμ αὐτῇ, τῇ ἀρετῇ δ οὐκ ἤθελες. κἄπειτα πλεκταῖς σῶμα σὸν κλέπτειν λέγεις πύργων καθιεῖς, ὡς μένους ἀκουσίως· ποῦ δῆτ ἐλήφθης ἢ βρόχους ἀρτωμένη ἢ φάσγανον θήγους, ἃ γενναία γυνὴ δράσειεν ἂν ποθοῦσα τὸν πάρος πόσιν· καίτοι ς ἐνουθέτουν γε πολλὰ πολλάκις: Ὦ θύγατερ, ἔξελθ: οἱ δ ἐμοὶ παῖδες γάμους ἄλλους γαμοῦσι, σὲ δ ἐπὶ ναῦς Ἀχαιϊκὰς πέμψω συνεκκλέψασα: καὶ παῦσον μάχης Ἕλληνας ἡμᾶς τε. ἀλλὰ σοὶ τόδ ἦν πικρόν. ἐν τοῖς Ἀλεξάνδρου γὰρ ὕβριζες δόμοις καὶ προσκυνεῖσθαι βαρβάρων ὕπ ἤθελες: μεγάλα γὰρ ἦν σοι. - κἀπὶ τοῖσδε σὸν δέμας ἐξῆλθες ἀσκήσασα κἄβλεψας πόσει τὸν αὐτὸν αἰθέρ, ὦ κατάπτυστον κάρα: ἣν χρῆν ταπεινὴν ἐν πέπλων ἐρειπίοις, φρίκῃ τρέμουσαν, κρᾶτ ἀπεσκυθισμένην ἐλθεῖν, τὸ σῶφρον τῆς ἀναιδείας πλέον ἔχουσαν ἐπὶ τοῖς πρόσθεν ἡμαρτημένοις. Μενέλα, ἵν εἰδῇς οἷ τελευτήσω λόγον, στεφάνωσον Ἑλλάδ ἀξίως τήνδε κτανὼν σαυτοῦ, νόμον δὲ τόνδε ταῖς ἄλλαισι θὲς γυναιξί, θνῄσκειν ἥτις ἂν προδῷ πόσιν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION