호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
εἰε῟ν.? οὐ σέ, ἀλλ ἐμαυτὴν τοὐπὶ τῷδ ἐρήσομαι: τί δὴ φρονοῦσά γ ἐκ δόμων ἅμ ἑσπόμην ξένῳ, προδοῦσα πατρίδα καὶ δόμους ἐμούς· τὴν θεὸν κόλαζε καὶ Διὸς κρείσσων γενοῦ, ὃς τῶν μὲν ἄλλων δαιμόνων ἔχει κράτος, κείνης δὲ δοῦλός ἐστι: συγγνώμη δ ἐμοί. ἔνθεν δ ἔχοις ἂν εἰς ἔμ εὐπρεπῆ λόγον: ἐπεὶ θανὼν γῆς ἦλθ Ἀλέξανδρος μυχούς, χρῆν μ, ἡνίκ οὐκ ἦν θεοπόνητά μου λέχη, λιποῦσαν οἴκους ναῦς ἐπ Ἀργείων μολεῖν. ἔσπευδον αὐτὸ τοῦτο: μάρτυρες δέ μοι πύργων πυλωροὶ κἀπὸ τειχέων σκοποί, οἳ πολλάκις μ ἐφηῦρον ἐξ ἐπάλξεων πλεκταῖσιν ἐς γῆν σῶμα κλέπτουσαν τόδε. βίᾳ δ ὁ καινός μ οὗτος ἁρπάσας πόσις Δηίφοβος ἄλοχον εἶχεν ἀκόντων Φρυγῶν. πῶς οὖν ἔτ ἂν θνῄσκοιμ ἂν ἐνδίκως, πόσι, . . . . . . . πρὸς σοῦ δικαίως, ἣν ὁ μὲν βίᾳ γαμεῖ, τὰ δ οἴκοθεν κεῖν ἀντὶ νικητηρίων πικρῶς ἐδούλευς· εἰ δὲ τῶν θεῶν κρατεῖν βούλῃ, τὸ χρῄζειν ἀμαθές ἐστί σου τόδε. βασίλει, ἄμυνον σοῖς τέκνοισι καὶ πάτρᾳ πειθὼ διαφθείρουσα τῆσδ, ἐπεὶ λέγει καλῶς κακοῦργος οὖσα: δεινὸν οὖν τόδε. ταῖς θεαῖσι πρῶτα σύμμαχος γενήσομαι καὶ τήνδε δείξω μὴ λέγουσαν ἔνδικα. ἐγὼ γὰρ Ἥραν παρθένον τε Παλλάδα οὐκ ἐς τοσοῦτον ἀμαθίας ἐλθεῖν δοκῶ, ὥσθ ἣ μὲν Ἄργος βαρβάροις ἀπημπόλα, Παλλὰς δ Ἀθήνας Φρυξὶ δουλεύειν ποτέ, εἰ παιδιαῖσι καὶ χλιδῇ μορφῆς πέρι ἦλθον πρὸς Ἴδην. τοῦ γὰρ οὕνεκ ἂν θεὰ Ἥρα τοσοῦτον ἔσχ ἔρωτα καλλονῆς· πότερον ἀμείνον ὡς λάβῃ Διὸς πόσιν· ἢ γάμον Ἀθηνᾶ θεῶν τίνος θηρωμένη - ἣ παρθενείαν πατρὸς ἐξῃτήσατο, φεύγουσα λέκτρα· μὴ ἀμαθεῖς ποίει θεὰς τὸ σὸν κακὸν κοσμοῦσα, μὴ οὐ πείσῃς σοφούς. Κύπριν δ ἔλεξας - ταῦτα γὰρ γέλως πολύς - ἐλθεῖν ἐμῷ ξὺν παιδὶ Μενέλεω δόμους. οὐκ ἂν μένους ἂν ἥσυχός ς ἐν οὐρανῷ αὐταῖς Ἀμύκλαις ἤγαγεν πρὸς Ἴλιον·?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기