- 텍스트

Euripides, The Trojan Women, episode 2:

(에우리피데스, The Trojan Women, episode 2:)

ἔξεστι τὸν γένει μὲν ἄγχιστον πατρὸς μέγαν τε δαίμον ἐν θεοῖς τε τίμιον, λύσασαν ἔχθραν τὴν πάρος, προσεννέπειν·? ἔξεστιν: αἱ γὰρ συγγενεῖς ὁμιλίαι, ἄνασς Ἀθάνα, φίλτρον οὐ σμικρὸν φρενῶν. ἐπῄνες ὀργὰς ἠπίους: φέρω δὲ σοὶ κοινοὺς ἐμαυτῇ τ ἐς μέσον λόγους, ἄναξ. μῶν ἐκ θεῶν του καινὸν ἀγγελεῖς ἔπος, ἢ Ζηνὸς ἢ καὶ δαιμόνων τινὸς πάρα· οὔκ, ἀλλὰ Τροίας οὕνεκ, ἔνθα βαίνομεν, πρὸς σὴν ἀφῖγμαι δύναμιν, ὡς κοινὴν λάβω. ἦ πού νιν, ἔχθραν τὴν πρὶν ἐκβαλοῦσα, νῦν ἐς οἶκτον ἦλθες πυρὶ κατῃθαλωμένης· ἐκεῖσε πρῶτ ἄνελθε: κοινώσῃ λόγους καὶ συνθελήσεις ἃν ἐγὼ πρᾶξαι θέλω· μάλιστ: ἀτὰρ δὴ καὶ τὸ σὸν θέλω μαθεῖν: πότερον Ἀχαιῶν ἦλθες οὕνεκ ἢ Φρυγῶν· τοὺς μὲν πρὶν ἐχθροὺς Τρῶας εὐφρᾶναι θέλω, στρατῷ δ Ἀχαιῶν νόστον ἐμβαλεῖν πικρόν. τί δ ὧδε πηδᾷς ἄλλοτ εἰς ἄλλους τρόπους μισεῖς τε λίαν καὶ φιλεῖς ὃν ἂν τύχῃς· οὐκ οἶσθ ὑβρισθεῖσάν με καὶ ναοὺς ἐμούς· οἶδ, ἡνίκ Αἰάς εἷλκε Κασάνδραν βίᾳ. κοὐδέν γ Ἀχαιῶν ἔπαθεν οὐδ ἤκους ὕπο. καὶ μὴν ἔπερσάν γ Ἴλιον τῷ σῷ σθένει. τοιγάρ σφε σὺν σοὶ βούλομαι δρᾶσαι κακῶς. ἕτοιμ ἃ βούλῃ τἀπ ἐμοῦ. δράσεις δὲ τί· δύσνοστον αὐτοῖς νόστον ἐμβαλεῖν θέλω. ἐν γῇ μενόντων ἢ καθ ἁλμυρὰν ἅλα· ὅταν πρὸς οἴκους ναυστολῶς ἀπ Ἰλίου. καὶ Ζεὺς μὲν ὄμβρον καὶ χάλαζαν ἄσπετον πέμψει, δνοφώδη τ αἰθέρος φυσήματα: ἐμοὶ δὲ δώσειν φησὶ πῦρ κεραύνιον, βάλλειν Ἀχαιοὺς ναῦς τε πιμπράναι πυρί. σὺ δ αὖ, τὸ σόν, παράσχες Αἴγαιον πόρον τρικυμίαις βρέμοντα καὶ δίναις ἁλός, πλῆσον δὲ νεκρῶν κοῖλον Εὐβοίας μυχόν, ὡς ἂν τὸ λοιπὸν τἄμ ἀνάκτορ εὐσεβεῖν εἰδῶς Ἀχαιοί, θεούς τε τοὺς ἄλλους σέβειν. ἔσται τάδ: ἡ χάρις γὰρ οὐ μακρῶν λόγων δεῖται: ταράξω πέλαγος Αἰγαίας ἁλός. ἀκταὶ δὲ Μυκόνου Δήλιοί τε χοιράδες Σκῦρός τε Λῆμνός θ αἱ Καφήρειοί τ ἄκραι πολλῶν θανόντων σώμαθ ἕξουσιν νεκρῶν. ἀλλ ἑρ´π Ὄλυμπον καὶ κεραυνίους βολὰς λαβοῦσα πατρὸς ἐκ χερῶν καραδόκει, ὅταν στράτευμ Ἀργεῖον ἐξιῇ κάλως. μῶρος δὲ θνητῶν ὅστις ἐκπορθεῖ πόλεις, ναούς τε τύμβους θ, ἱερὰ τῶν κεκμηκότων, ἐρημίᾳ δοὺς αὐτὸς ὤλεθ ὕστερον.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION